Fragmenta in epistulam ad Romanos
Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.
Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθη. οἳ δὲ ἦσαν τῇ φύσει τῆς ῥίζης βλαστήματα, καὶ ὅμως διὰ τὴν ἀπιστίαν ἐξῄρηνται. πολὺ δὲ τὸ μεταξὺ τοῦ κατὰ χάριν καὶ κατὰ φύσιν. εἰ δὲ μηδὲ ἡ φύσις τοὺς ἀπειθεῖς ὤνησεν εἰς βεβαιότητα, ἦπού γε τοὺς ἐκ προσθήκης ὀνήσει τι τὸ προστεθήσεσθαι, εἰ μὴ φανεῖεν ἄξιοι τῆς δοθείσης χάριτος. πάλιν δὲ ἐπὶ τούτων οἱ τὴν σάρκα λοιδοροῦντες ἐνθυμείσθωσαν, ὅσην ἡ κατὰ σάρκα γένεσις ἔχει ῥοπήν, εἰ καὶ παρῶπται διὰ τὴν ἀπιστίαν.
Rom 11,24 Ὅταν καὶ οἱ κατὰ φύσιν τῆς ἐλαίας κλάδοι δι' ἀπιστίαν ἐν ἀπωλείᾳ μένωσιν, καὶ οἱ ἐκ τῆς ἀγριελαίου παρὰ φύσιν εἰς καλ λιέλαιον ἐμφυτευόμενοι σώζωνται, πῶς οἱ καὶ σωτηρίαν καὶ ἀπώλειαν ἐκ φύσεως εἰσάγοντες οὐκ αἰσχύνονται; 75
Rom 11,25 Μὴ γὰρ ἀγνοεῖτε, φησί, τὸ παρὰ τῇ προνοίᾳ τοῦ θεοῦ ἀπόρρητον διὰ τὴν νῦν ἀπιστίαν τοῦ Ἰσραὴλ ἀγνούμενον, ὅτι μέχρι τῆς τῶν ἐθνῶν εἰσόδου πάντων τῶν προεγνωσμένων ἀναισθησία κατέχει τὸν Ἰσραήλ, μετὰ δὲ ταύτην τὸ λείψανον τοῦ ἔθνους, ὁ τῷ ὄντι Ἰσραὴλ ἐπακολουθήσας σωθήσεται.
Rom 11,28 Τὸν μὲν εἰς ὑμᾶς, φησίν, εὐαγγελισμόν, ἀδελφοί, διὰ τῆς ἐκείνων ἀπαλλοτριώσεως ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἤλλοτριώσθησαν. φυλαχθῆ ναι δὲ καὶ μετὰ ταῦτα τὸν Ἰσραὴλ ἐν τοῖς ὑπολοίποις ὡς οἰκεῖον τῷ τοὺς πατέρας αὐτῶν ἐκλεξαμένῳ θεῷ, καὶ φυλαχθήσεται τῇ ἀμετα μελήτῳ χάριτι τῇ ἐπηγγελμένῃ ἣν ἀφ' οὗπερ ἐκάλεσε τοὺς πατέρας, κατένευσεν.
Rom 11,33-36 Θαυμάζει τὸ ποικίλον τῆς σοφίας καὶ ἀνερεύνητον ἀνθρώποις, κρίνει καὶ πράττει τὰ περὶ ἡμᾶς· βάθος μὲν λέγων κατὰ τὴν παλαιὰν γραφὴν τὴν λέγουσαν· τὰ κρίματά σου ἄβυσσος πολλή, τοῦτο δὲ διὰ τὸ ἀνέφικτον ὡς τὰ τῶν βυθῶν ἀκατάληπτα· ὁδοὺς δὲ τὰς κατὰ τὴν διοίκησιν ἐνεργείας ἃς οὐκ ἔστιν ἀνθρώπῳ κατανοῆσαι, ὥσπερ οὐδὲ ἴχνη τοῦ διὰ θαλάσσης βαδίζοντος, ὡς καὶ ὁ ψαλμωδός· ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. ὅτι δὲ κατὰ τὸ ποικίλον καὶ πολυπληθὲς καὶ οὐδαμῶς μονοειδὲς ἀπολιμπάνεται νοῦς ἀνθρώπινος τῆς τῶν θείων κριμάτων καταλήψεως, ἑκάστῳ τῶν πραγμάτων οἰκείως καὶ ἐπιβαλλόντως προσφερομένης τῆς θείας σοφίας, διδάσκει μὲν αὐτὸς πολυποίκιλον λέγων τὴν σοφίαν τοῦ θεοῦ. ἔλεγεν δὲ καὶ ὁ λθʹ ψαλμὸς κατὰ τὴν Ἀκύλα ἔκδοσιν· καὶ τοὺς λογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι. διὸ καὶ οὐ θαῦμα σφάλλεσθαι τοὺς ἀνθρώπους ἐν τοῖς περὶ προνοίας λόγοις, καὶ γὰρ κατὰ τὸν Ἡσαΐαν ἄγνωστος παντὶ νοῦς θεοῦ· οὐ γὰρ δὴ κεκοινώνηκέ τις αὐτῷ σκέμματος. τοῦτο δὲ περὶ ἀνθρώπων, διαβαίνει δὲ καὶ ἐπὶ τὴν ἄλλην κτίσιν καθὸ κτίστης ἐστίν.
Rom 12,2 Εἰς τὸ δοκιμάζειν ὑμᾶς, φησί, τὰ διαφέροντα· τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. αὕτη κατὰ τὸν προφήτην ἡ ἐν καρδίᾳ νομοθεσία· ἐν γὰρ τῇ 76 πρὸς θεὸν σχολῇ θεοειδῶς ἡ καρδία τιθεμένη γνωστικὴ τῷν διαφερόντων καὶ τῶν ἀγαθῶν γίνεται καὶ τῶν τοῦ θεοῦ θελημάτων, τούτοις ἀρεσκο μένη μόνοις οἷς ὁ θεὸς ἀρέσκεται, πιμπλαμένη τε ἀγαθότητος τὸ τοῦ ἀγαθοῦ πατρὸς θέλημα βούλεται καὶ σπεύδει πάντας ἀγαθοποιεῖν, ὡς ὁ κατασκευάζων ἡμᾶς πρὸς τὴν τοῦ ἰδίου πατρὸς ὁμοίησιν υἱοῦ ἀγα πᾶτε, φησί, τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. τοῦτο καὶ τέλειον θέλημα τοῦ θεοῦ ὄντως καὶ εὐάρεστον. ἐρρέθη μὲν γὰρ καὶ τὸ ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, εἰ καὶ μὴ τούτῳ
11