De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
διερχομένων τῶν δεσποτῶν [καθὼς προείρηται, ἀκτολογοῦσι τὰ μέρη] καὶ ἀκτολογοῦντες τὰ τῇ ἑορτῇ προσήκοντα. Οὐ γὰρ ἵστανται οἱ δεσπόται, κατὰ τὸ εἰωθός, ἐν τῷ ἀκτολογεῖν τὰ μέρη, ἀλλὰ διερχομένων τῶν δεσποτῶν, καθὼς προείρηται, ἀκτολογοῦσι τὰ μέρη. Ὁ δὲ τῶν Πρασίνων δήμαρχος ἵσταται μετὰ τοῦ δήμου τοῦ Ῥουσίου εἰς τὴν σιδηρᾶν πύλην, καὶ τῶν δεσποτῶν διερχομένων, καὶ αὐτοὶ ἀκτολογοῦσι τὰ τῇ ἑορτῇ προσήκοντα. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται διά τε τῆς Χαλκῆς καὶ τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, καὶ εἰσέρχονται διὰ τοῦ Κυρίου ἐν τῷ ἱερῷ παλατίῳ.
1.29 Βʹ Ἄκτα τῆς ἑορτῆς τῶν Χριστουγέννων.
Ἐξιόντων τῶν δεσποτῶν ἀπὸ τοῦ παλατίου εἰς τὴν προέλευσιν καὶ τῆς εἰωθυίας πάσης τάξεως ἐπακολουθούσης, γίνεται πρώτη δοχὴ εἰς τὸ Τριβουνάλιον, ἤγουν εἰς τοὺς Λύχνους, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· "Ἀστὴρ τὸν ἥλιον προμηνύει ἐν Βηθλεὲμ Χριστὸν ἀνατείλαντα ἐκ παρθένου." ∆οχὴ αʹ. Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν καμάραν, λέγουσιν οἱ κράκται· "Πολλά, πολλά, πολλά". Ὁ λαός· "Πολλὰ ἔτη, εἰς πολλά". Καὶ πάλιν οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι ἡ ἔνθεος βασιλεία." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι ὁ δεῖνα καὶ ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς 1.30 ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Φθογγεῖ καὶ ὁ λαὸς ἅπαξ· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη." ∆οχὴ βʹ, πρὸ τῶν πυλῶν τῶν Ἁγίων Ἀποστόλων, ἤγουνεἰς τὰς Σχολάς. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβικος, μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ μήπω τῶν δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· "Ὁ ἀμήτωρ ἐν οὐρανοῖς, ἀπάτωρ τίκτεται ἐπὶ τῆς γῆς." Ἄλλο· "Ὁ φυτουργὸς τῶν ἀνθρώπων φιλάνθρωπος καταδέχεται ἄνθρωπος γεννηθῆναι." Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν καμάραν, λέγουσιν οἱ κράκται· "Πολλά, πολλά, πολλά". Ὁ λαός· "Πολλὰ ἔτη, εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἐκλογὴ τῆς Τριάδος." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Ἅγιε". Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἅγιε." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Φθογγεῖ καὶ ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη." ∆οχὴ γʹ, ἔνδοθεν τῆς Χαλκῆς· δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν 1.31 φωνήν, ἦχ. γʹ· "Σειρὰς ῥηγνύων τῆς ἁμαρτίας σπαργανοῦται Θεὸς ἐν φάτνῃ." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ δʹ, ἔξωθεν τῆς Χαλκῆς· δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· "Ἀστὴρ προτρέχει καὶ λάμπει ἐν σπηλαίῳ, τὸν ∆εσπότην τοῦ ἡλίου τοῖς μάγοις καταμηνῦσαι· βρέφος γὰρ ὤφθη, καὶ σὰρξ ἐκ τῆς Παρθένου, τὴν παλαιὰν παρακοὴν τοῦ Ἀδὰμ ἐξαφανίζων. Αὐτὸς τὸ κράτος ὑμῶν, δεσπόται, εἰς μῆκος χρόνων φυλάξῃ εἰς ἀνέγερσιν Ῥωμαίων." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ αʹ δοχῇ εἴρηται. ∆οχὴ εʹ, εἰς τὸν λεγόμενον Ἀχιλλέα, πλησίον τῆς μεγάλης πύλης τῆς Μελέτης· δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, καὶ