Κλεωνὰς ἤγαγε μειράκιον ἔτι ὄντα καὶ πολλῶν διαφέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. ἀνὰ δὲ χρόνον ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον ἐχρηστηριάζετο ἐν ∆ελφοῖς. συμφέρουσαν δὲ δεξάμενος φήμην οὐδὲν μελλήσας ἧκεν εἰς Κόρινθον, καὶ ταχὺ τῶν ἀστῶν ἐν τοῖς μάλιστα ἀγαστὸς ἦν, ἀνδρεῖός τε καὶ σώφρων καὶ δημωφελὴς δοκῶν εἶναι παρὰ τοὺς ἄλλους Βακχιάδας ὑβριστάς τε ὄντας καὶ βιαίους. πολεμαρχήσας δὲ ἔτι μᾶλλον ἐστέρχθη τῶν πώποτε ταύτην ἀρξάντων τὴν ἀρχὴν μακρῷ ἄριστος γενόμενος· τἄλλα τε γὰρ ὀρθῶς ἔπραξε καὶ τόδε· νόμος καθεστήκει Κορινθίοις τοὺς ἐν δικαστηρίῳ ἁλισκομένους ἀπάγεσθαι πρὸς τὸν πολέμαρχον καὶ καθείργνυσθαι τῶν ἐπιτιμίων ἕνεκα, ὧν καὶ αὐτῷ μέρος τι ἦν. ὁ δὲ οὔτε καθεῖρξέ τινα πολίτην οὔτε ἔδησεν, ἀλλὰ τοὺς μὲν ἀπέλυεν δεχόμενος ἐγγυητάς, τῶν δὲ αὐτὸς ἐγίνετο, πᾶσί τε ἠφίει τὸ αὑτοῦ μέρος· ἐξ ὧν μάλιστα ἐν τῷ πλήθει ἐστέργετο. ὁρῶν δὲ τοὺς Κορινθίους ἐχθρωδῶς πρὸς Βακχιάδας διακειμένους, προστάτην δ' οὐκ ἔχοντας, ᾧ χρησάμενοι καταλύσειαν αὐτούς, ἐπέδωκεν αὑτὸν καὶ ἐδημαγώγει τὸ πλῆθος, τόν τε χρησμὸν λέγων, ὅτι ὑπ' αὐτοῦ πέπρωται καταλυθῆναι 21 αὐτούς, ἀνθ' ὅτου καὶ πάλαι γενόμενον αὐτὸν ὁρμήσειαν ἀνελεῖν, καὶ νῦν ἐπιβουλεύειν· ἀλλ' οὐ δεδυνῆσθαι παρατρέψαι τὰ μοιρίδια. οἱ δ' ἀσμένως προσίεντο τοὺς λόγους, τοῖς μὲν δυσμενεῖς ὄντες, τῷ δὲ εὖνοι, καὶ τὸ βέβαιον τοῦ κατορθώσειν τὸ ἔργον ἐκ τῆς περὶ αὐτὸν ἀνδρείας ἔχοντες. τέλος δὲ συστήσας ἑταιρικὸν κτείνει βασιλεύοντα Πατροκλείδην παράνομον ὄντα καὶ ἐπαχθῆ· ταχὺ δὲ ἀντ' ἐκείνου ὁ δῆμος αὐτὸν βασιλέα κατέστησεν. ὁ δὲ τούς τε φυγάδας κατάγει καὶ τοὺς ἀτίμους ὑπὸ τῶν Βακχιαδῶν γενομένους ἐπιτίμους πάλιν ἐποίησεν· καὶ διὰ τοῦτο ἐχρῆτο εἰς ὅ τι βούλοιτο αὐτοῖς· εἴς τε ἀποικίαν ἐξῆγε τοὺς μὴ φίλους, ὅπως ἂν ῥᾷον ἄρχοι τῶν λοιπῶν· ἔπεμψε δὲ εἴς τε Λευκάδα καὶ Ἀνακτόριον, οἰκιστὰς αὐτῶν Πυλάδην καὶ Ἐχιάδην τάξας, παῖδας αὐτοῦ νόθους· τοὺς δὲ Βακχιάδας φυγαδεύσας ἐδήμευσε τὰς οὐσίας αὐτῶν. οἱ δὲ εἰς Κέρκυραν ἀπεχώρησαν. Κύψελος δὲ Κορίνθου πράως ἦρχεν οὔτε δορυφόρους ἔχων οὔτ' ἀποθύμιος ὢν Κορινθίοις. βασιλεύσας δὲ ἔτη λʹ ἐτελεύτησεν τέσσαρας υἱοὺς καταλιπών, ὧν γνήσιος μὲν ἦν Περίανδρος, οἱ δὲ λοιποὶ νόθοι. 23. Ὅτι Περιάνδρῳ τῷ τυράννῳ Κορινθίων γηραιῷ ἤδη ὄντι πάντες οἱ υἱεῖς ἐτελεύτησαν, ὧν Εὐαγόρας μὲν ἀποικίαν εἰς Ποτίδαιαν ἐξαγαγών, Λυκόφρων δὲ τυραννίδα κατασκευαζόμενος παρὰ τοῖς περιοίκοις, Γόργος δὲ ἅρμα ἡνιοχῶν καὶ πεσὼν ἐπὶ τράχηλον, Νικόλαος δέ, ὅσπερ ἐδόκει μετριώτατος εἶναι, ὑπὸ Κερκυραίων δολοφονηθεὶς τρόπῳ τοιῷδε. Περίανδρος βουλόμενος τελευτήσαντος αὐτοῦ μένειν τοῖς ἐκγόνοις τὴν ἀρχὴν καὶ λογιζόμενος ὅτι αὐτῷ μὲν ἐπίθοιντο Κορίνθιοι, Νικόλαον δὲ βασιλεύοντα ἀνάσχοιντο διὰ τὴν ἐπιείκειαν, ἔγνω ἀποχωρήσας αὐτὸς εἰς Κέρκυραν Νικολάῳ παραδοῦναι τὴν Κόρινθον. αἰσθόμενοι δὲ [ταῦτα] Κερκυραίων τινὲς τὴν Περιάνδρου γνώμην καὶ ἐλευθεροῦν τὴν μητρόπολιν θέλοντες, τόν τε Περίανδρον, εἰ ἀφίκοιτο, ὀρρωδοῦντες, συστάντες κτείνουσι τὸν Νικόλαον διαιτώμενον παρὰ σφίσιν. ὁ δὲ Περίανδρος ἀθροίσας στράτευμα ἐνέβαλεν εἰς Κέρκυραν, καὶ τὴν πόλιν ἑλὼν νʹ τοὺς αἰτίους τοῦ φόνου ἀπέκτεινεν, τοὺς δὲ τούτων υἱέας πλείστους ὄντας ἔπεμψε πρὸς Ἀλυάττην τὸν Λυδῶν βασιλέα ἐπ' ἐκτομῇ. οἱ δὲ προσσχόντες Σάμῳ ἱκέται τῆς Ἥρας ἐγένοντο, καὶ αὐτοὺς 22 Σάμιοι αἰσθόμενοι τὸ σύμπαν ἐρρύσαντο. Περίανδρος δὲ Ψαμμητίχῳ Κέρκυραν παραδούς, ὅστις ἦν Γόργου μὲν υἱός, ἀδελφιδοῦς δὲ ἑαυτῷ, ἐπανῆλθεν εἰς Κόρινθον. 24. Ὅτι ἐκδέκτορα τῆς βασιλείας κατέλιπε Περίανδρος Κύψελον τὸν Γόργου παῖδα, τοῦ σφετέρου ἀδελφοῦ· ὃς ἐκ Κερκύρας ἀφικόμενος ἐτυράννευσε Κορίνθου ἄχρι αὐτὸν συστάντες τινὲς τῶν Κορινθίων ἔκτειναν βραχὺν χρόνον κατασχόντα τὴν τυραννίδα, καὶ τὴν πόλιν ἠλευθέρωσαν. ὁ δὲ δῆμος τάς τε οἰκίας τῶν τυράννων κατέσκαψεν καὶ τὰς οὐσίας ἐδήμευσεν, ἄταφόν τε ἐξώρισε τὸν Κύψελον, καὶ τῶν προγόνων τοὺς τάφους ἀνορύξας τὰ ὀστᾶ ἐξέρριψεν, αὐτὸς δὲ παραχρῆμα†