διαβόλου καθελὼν τυραννίδα. ἦλθες, φασίν, πρὸ καιροῦ· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ καὶ τὸ πρὸ καιροῦ εἶπον ὡς διαβάλλοντες τὸν τῆς ἐνανθρωπήσεως καιρὸν ὡς παρὰ καιρὸν γεγονυίας, οὐδὲν θαυμαστὸν εἰ πονηροὶ ὄντες καὶ τοῦτο τολμῶσι λέγειν. καίτοι εἰδότες, ὅτι τιμωρηθήσονται, ὥστε ὑπερόπται λέγουσιν· τί ἡμῖν καὶ σοί· ἔχει γὰρ λόγον μεθ' ἡμῶν ὁ κριτής, ἀφ' οὗ παρέ βημεν τὰς ἐντολὰς αὐτοῦ. 102 Mt 9, 2 Οὐ τὴν πίστιν τοῦ παραλε λυμένου ὁ κύριος ἐθεάσατο, ἀλλὰ τῶν κομισάντων· ἔστι γὰρ ὅτε καὶ ἄλλος δι' ἄλλων πίστιν θεραπεύεται καὶ πλήρης τούτων ἡ ἱερὰ τῶν εὐαγγελίων γραφή. θεασάμενος οὖν τὴν πίστιν αὐτῶν οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησιν τέκνον τὸ τέκνον ἢ καὶ αὐτῷ ὡς πιστεύσαντι ἢ κατὰ τὸν τῆς δημιουργίας λόγον. Τέκνον ἐκάλεσε τὸν παρα λυτικὸν τῷ τῆς δημιουργίας λόγῳ ἢ ὡς πιστεύσαντα εἰς αὐτὸν καὶ γνόντα αὐτὸν κύριον καὶ δημιουρ γόν. 103 Mt 9, 3-7 Ἐξῆλθε τὸ ῥῆμα καὶ τὸ θαῦμα ἐπηκολούθησεν. διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοση μείας; ἢ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησίν, γέγονα θεὸς λόγος ὑπάρχων καὶ διὰ τὴν οἰκονο μίαν ἐπὶ γῆς πολιτεύομαί τε καὶ ἀναστρέφομαι, ἀλλ' οὐδὲν ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων ἢ ἐμείωσα τῷ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. καὶ μετ' ὀλίγα· οἰκονομικῶς δὲ λέγει ἐπὶ τῆς γῆς, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς καὶ ἐπὶ τῆς γῆς ὀφθεὶς θεὸς ἦν κατὰ φύσιν. ἐκέλευσε δὲ τῷ παραλυτικῷ βαστάσαι τὴν κλίνην καὶ ἀπελθεῖν οἴκαδε, ἵνα δι' αὐτοῦ καὶ <πρὸς> τοὺς ἀπόντας πιστώσηται τὸ γεγονὸς ἐπ' αὐτῷ. 104 Mt 9, 9-13 Γέμει δὲ καὶ τοῦτο θεοσημείας τὸ λόγῳ μόνῳ τὸν τοιοῦτον μετα τραπῆναι πρὸς ἀρετὴν τοσαύτην. καλῶν δὲ τὸν Ματθαῖον δείκνυσιν, ὅτι εἰ καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, "ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν", ἀλλ' οὖν διὰ Χριστὸν γίνεται ἡ ἕλκυσις. ὁ τοίνυν σωτὴρ ἀνεπαισχύντως τε λώνην καλέσας εἰς μαθητείαν καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγεγονώς, ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μεταβόλεια. ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακειμένων τῷ Ἰησοῦ καὶ οὐκ ἀγανακτεῖ ὁ σωτὴρ οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον, ἀλλ' ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν καὶ ἐσθίει καὶ πίνει τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος καὶ τὴν εὔκαιρον τῶν βρω μάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα περιεργάσωνται τὰ γινόμενα. βλέπουσιν τοὺς τελώνας συνανακειμένους καὶ καλοῦσιν τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. ἀκούει ὁ Ἰησοῦς καί φησι πρὸς αὐτούς· καὶ ὑμεῖς χρείαν ἔχετε ἰατροῦ· εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιᾶσθε τοῦ ἰατροῦ τὴν φιλαν θρωπίαν· μήποτε γὰρ οὐκ οἶδα, ὅτι τελῶναι ὑπάρχουσιν; μήποτε γὰρ ἀγνοῶ τῆς ψυχῆς αὐτῶν τὰ νοσήματα; οἶδα, ὅτι κακῶς ἔχουσιν. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νο σούσας. δι' ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος, ὅτι νόμος ἦν "διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου". οὐκ ᾔδεισαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέ χοντα τὴν φιλάνθρωπον χάριν· ἡ μὲν γὰρ ἐξέβαλεν, ἡ δὲ μετέβαλεν τὸ κακόν. ἔδειξεν οὖν, ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ' ὡς ἰατρὸς καὶ τὸ ἐπιβάλλον τῇ τέχνῃ ποιεῖ συνὼν τοῖς καὶ ἰάσεως δεομένοις. 105 Mt 9, 11-13 Πλὴν τοὺς ἁγίους ὁ πάλαι νόμος ἐκώλυσε συγκολλᾶσθαι τοῖς βεβή λοις, ἵνα μὴ παρολισθήσῃ αὐτῶν ὁ νοῦς, οὐ μὴν τὸ ἐναντίον,