1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

Κιλικίαν οὗτοι μέχρι τῶν αὐτόθι μετάλλων ὁμολογητὰς προπέμψαντες, ἐπαλινόστουν ἐπὶ τὰ οἰκεῖα. ὁμοίως δῆτα καὶ αὐτοὶ πρὸς αὐταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ ὁπόθεν ἀφικνούμενοι, πρὸς τῶν φυλάκων βάρβαροι δέ τινες ὑπῆρχον οὗτοι τὸν τρόπον ἀνερωτηθέντες καὶ μηδὲν τῆς ἀληθείας ἀποκρυψάμενοι, οἷα κακοῦργοι ἐπ' αὐτοφώρῳ ληφθέντες, συνείχοντο· πέντε δ' ἦσαν οὗτοι τὸν ἀριθμόν· 11.7 οἳ καὶ προσαχθέντες τῷ τυράννῳ κἀπὶ τούτου παρρησιασάμενοι, αὐτίκα μὲν καθείργνυνται δεσμωτηρίῳ· τῇ δ' ἑξῆς, Περιτίου μηνὸς ἡμέρᾳ ἑκκαιδεκάτῃ Μαρτίου κατὰ Ῥωμαίους ἡ πρὸ δεκατεσσάρων Καλανδῶν, ἐκ προστάγματος τούτους δὴ αὐτοὺς ἅμα τοῖς ἀμφὶ τὸν Πάμφιλον δεδηλωμένοις τῷ δικαστῇ προσάγουσιν· 11.8 ὃς καὶ πρῶτον τῆς τῶν Αἰγυπτίων ἀκαταμαχήτου ἐνστάσεως παντοίοις βασάνων εἴδεσιν μηχανῶν τε ξένων καὶ ποικίλων ἐπινοίαις πεῖραν λαμβάνει. τὸν μὲν προήγορον ἁπάντων τούτοις ἐγγυμνάσας τοῖς ἄθλοις, τίς εἴη, πρῶτον ἠρώτα, εἶτ' ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας-τοῦτο δὲ καὶ πρὸς ἁπάντων ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὄντων, εἰ τύχοι, μετατεθεικότων ἑαυτοῖς τὰς προσηγορίας. Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἡσαΐαν τε καὶ Σαμουὴλ καὶ ∆ανιὴλ ἤκουες ἂν αὐτῶν ἐπιγραφομένων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον γνήσιόν τε καὶ εἰλικρινῶς Ἰσραὴλ τοῦ θεοῦ οὐ μόνον ἔργοις, ἀλλὰ φωναῖς κυρίως ἐκφερομέναις ἐπιδεικνυμένων-τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ὄνομα ἐπακούσας ὁ Φιρμιλιανός, οὐ μὴν ἐπιστήσας τῇ τοῦ ῥήματος δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς γένοιτο, ἠρώτα· 11.9 ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησιν φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. 11.10 καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δ' ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, ἥτις εἴη αὕτη καὶ ποῖ γῆς κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει, εἶτα καὶ βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶ ξένοις διακλώμενος, τἀληθὲς εἰπεῖν ἀπισχυρίζετο. 11.11 εἶτα πάλιν πολλάκις ἐρομένου τίς εἴη καὶ ποῖ κειμένη ἣν δὴ φράζει πόλιν, μόνων εἶναι τῶν θεοσεβῶν ταύτην ἔλεγεν πατρίδα· μὴ γὰρ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι, κεῖσθαι δὲ πρὸς αὐταῖς ἀνατολαῖς καὶ πρὸς ἀνίσχοντι ἡλίῳ. 11.12 ὃ μὲν πάλιν διὰ τούτων κατὰ τὸν ἴδιον νοῦν ἐφιλοσόφει, μηδαμῶς τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων ἐπιστροφὴν ποιούμενος, ἄσαρκος δ' ὥσπερ καὶ ἀσώματος οὐδ' ἐπαΐειν δοκῶν τῶν ἀλγηδόνων· ὃ δ' ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν πάντως που συστήσασθαι πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ταύτην ἀνερευνῶν καὶ τὴν δηλωθεῖσαν χώραν κατ' ἀνατολὰς ἐξετάζων. 11.13 ὡς δ' ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας παντοίαις τε τιμωρησάμενος βασάνοις ἀπαράλλακτον τὴν ἔνστασιν τῶν πρότερον αὐτῷ ῥηθέντων ἐγίνωσκεν, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. τοσαύτην μὲν οὖν τὰ κατὰ τοῦτον δραματουργίαν εἰλήχει· καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας τὸν ὅμοιον ἀπαλλάττει τρόπον. 11.14 εἶτ' ἀποκαμὼν διαγνούς τε εἰς μάτην τιμωρεῖσθαι τοὺς ἄνδρας, ἐπιθυμίας κόρον λαβών, ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰς ἔτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ' ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ μαρτύριον ὁμολογίας φωνήν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν. 11.15 τούτων ἐπὶ πέρας ἀχθέντων, μειράκιον τῆς οἰκετικῆς ὑπάρχον τοῦ Παμφίλου θεραπείας, οἷα γνησίᾳ ἀνατροφῇ καὶ παιδείᾳ τοῦ τηλικούτου συνησκημένον ἀνδρός,