ἀρχαιρεσιάζειν συντέθειται, καὶ τὸ θέης ἄξιος, ἀντὶ τοῦ ἀξιοθέατος, καὶ ἕτερα. (ῃ. 64) [Τὸ δὲ «οἷ τ' αὐτῷ» ἀρχὴ γέγονε γνωμικοῦ, πρῶτα μὲν Ἡσιόδῳ, εἶτα καὶ Καλλιμάχῳ, τοῦ εἰπόντος, ὡς ὁ τεύχων ἑτέρῳ κακὸν ἑῷ ἥπατι τεύχει. ὃ δὴ καὶ τῷ Φερέκλῳ συνέπεσε.] Τὸ δὲ «θεῶν θέσφατα» ἔστι μὲν οἷον ἐτυμολογικὸς τρόπος, εἴρηται δὲ πρὸς διαστολὴν θεσφάτων, ἅπερ οὐκ αὐτὸς θεὸς λέγει ἀλλὰ τέχνη μαντική. (ῃ. 61) Ἐν δὲ τοῖς ῥηθεῖσιν εἰπόντος Ὁμήρου «ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη» ὅρα τὸ ἐφίλατο, κλιθὲν φανερῶς ὡς τὸ ἵστατο. ἀφ' οὗ κατά τινας ἐν τοῖς ἑξῆς τὸ «νῦν με φίλαι, Ἀθήνη», ἀντὶ τοῦ φίλησον, ὡς ἀπὸ τοῦ ἐφιλάμην καθ' ὁμοιότητα τοῦ ἐτυψάμην τύψαι. Ἡ δὲ ἐΐση οὐ μόνον ἐστὶ νηῶν ἐπίθετον, ἀλλὰ καὶ δαιτός, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ οἷ αὐτῷ συνθέτως ἑαυτῷ φασιν οἱ μεθ' Ὅμηρον, ὡς καὶ τὸ αὐτόν μιν ἑαυτόν καὶ τὸ ἔμ' αὐτὸν ἐμαυτόν. (ῃ. 66 ς.) Ὅτι γλουτός κατὰ τοὺς παλαιοὺς τὸ σφαίρωμα τῆς κοτύλης κατὰ τὸν μηρόν. Ῥοῦφος δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, ἐφ' ὧν καθίζομεν, πυγὰς εἰπὼν ἐπάγει· ἄλλοι δὲ γλουτοὺς καλοῦσι. ∆ιὸ καὶ οἱ Ἐτυμολόγοι παρὰ τὸν γλοιὸν ἐτυμολογοῦσιν αὐτοὺς διὰ τὸ ἐν αὐτοῖς τρυφερόν, φασί, καὶ ἁπαλὸν καὶ γλοιῶδες. κατὰ δέ τινας λαγόνα, φασίν, ὁ γλουτός σημαίνει. Ὅμηρος δέ, καθὰ πρὸ βραχέων διεσάφησε τὸ μετάφρενον ἐκ τοῦ ἀντικρὺ τόπου, ὅς ἐστι τὰ στήθη, οὕτω πως καὶ τὸν γλουτόν εἰπὼν «βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή». ∆οκεῖ γὰρ λέγειν ἀντικρὺ ἑτέρωθεν τοῦ ῥηθέντος γλουτοῦ κεῖσθαι τὴν κύστιν, ἣ καὶ ἀπὸ τοῦ κεύθω γενομένη ἐξῶσε τὸ ˉε ὁμοίως τῷ πεύθω πύστις, ἡ μάθησις, καὶ ἑτέροις πολλοῖς 2.24 δηλουμένοις ἀλλαχοῦ. [Ἰστέον δὲ ὅτι μετ' ὀλίγα ὁμοίᾳ μεθόδῳ ἑρμηνεύσει καὶ τὸ κατὰ κεφαλὴν ἰνίον ποῦ ἐστι τῆς κεφαλῆς.] Ὅτι πολλὰς καὶ ἐν τοῖς παροῦσι Τρωϊκὰς ἱστορίας ὁ ποιητὴς παραπλέκει. ἕκαστον γὰρ τῶν πιπτόντων ὑπὸ τοῖς Ἕλλησι Τρώων γενεαλογεῖ. τὸν τοῦ ∆άρητος Φηγέα, ὃν ἀνεῖλεν ὁ ∆ιομήδης, τὸν Ὁδίον, ὃς ἔπεσεν ὑπὸ Ἀγαμέμνονος, τὸν Φαῖστον, οὗ περιγέγονεν Ἰδομενεύς, τὸν Σκαμάνδριον, ὃς ὑπὸ Μενελάου πέπτωκε, τὸν ὑπὸ Μηριόνου πεσόντα Φέρεκλον, τὸν ῥηθησόμενον Πήδαιον, ὃν ἔπεφνε Μέγης, τὸν Ὑψήνορα, ὃν μετ' ὀλίγα ὁ Εὐρύπυλος πρόσθεν αὐτοῦ φεύγοντα μεταδρομάδην ἤλασεν ὦμον. Ποιεῖ δὲ ταῦτα καὶ πυκναῖς ἱστορίαις ἀρτύει τὸν τόπον τοῦτον ἅμα καὶ τοὺς ἀκροατὰς ἐνάγων εἰς πολυμάθειαν, ὡς καὶ ἐν ἄλλοις τόποις, καὶ τοὺς ἀριστέας τῶν Ἀχαιῶν σεμνύνων, ὡς ἀξιολόγων Τρώων περιγινομένους, καὶ τὴν ποίησιν καταποικίλλων, καὶ τὸ ὕπτιον δὲ τῆς διηγήσεως ἀνιστῶν εἰς γοργότητα τῇ παρεμπλοκῇ τῶν ἱστοριῶν, καὶ ἑαυτὸν δὲ δεικνύων ἐν ἱστορίαις πολύϊδριν. τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιήσει ἐν πολλοῖς τόποις διὰ τὰς αὐτὰς αἰτίας. Σημείωσαι δὲ καὶ ὅτι πολλαχῶς καὶ ἐνταῦθα σχηματίζει τὰ πράγματα. Τῶν γὰρ πιπτόντων ὁ μὲν ἐκβάλλεται τοῦ δίφρου, βάθος τι δηλαδὴ ἔχοντος, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ «ἐξ ἵππων βῆσεν», ὁ δὲ νύττεται ἔγχεϊ, ἵππων ἐπιβησόμενος. ὁ δὲ πεζὸς φεύγων οὐτάζεται τὸ μετάφρενον. καὶ ὅλως πολλὴ διὰ πάντων ἡ τῆς πολυσχημοσύνης διάθεσις παρὰ τῷ ποιητῇ, ὃς καὶ ἑκάστῳ τῶν πιπτόντων τοιαῦτα ἐπιλέγει «δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ», καὶ «ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε», καὶ «ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ», καὶ «γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε», καὶ «ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν». - 2.25 Ἔνθα καὶ σημείωσαι τὴν τοῦ βληθέντος ὀδύνην, δι' ἣν κατέσφιγξε τοῖς ὀδοῦσι τὸν σίδηρον. -καὶ αὖθις «τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή». οὕτω πολύφωνόν τι χρῆμα ἡ Ὁμηρικὴ γλῶσσα. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅπως καιρία λέξις ἐστίν, ὡς ἐν ποιήσει, τὸ ἐριπεῖν. διὸ καὶ ἐνέμεινεν αὐτῇ ὁ ποιητὴς ἐπὶ πολύ. τῷ δὲ πεσεῖν δὶς μόνον ἐνταῦθα ἐχρήσατο ἐν τῷ «δούπησε δὲ πεσών», καὶ «αἱματόεσσα χεὶρ ἐν πεδίῳ πέσεν». (ῃ. 70 ς.) Ὅτι ἔστιν ἐνταῦθα ἰδεῖν μητρυιὰν ἀγαθήν, Θεανώ, τὴν Ἀντήνορος γυναῖκα, ἥτις νόθον ὄντα τὸν Πήδαιον ἔτρεφεν ἐπιμελῶς ἶσα φίλοις τέκνοις