πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τε εἰσορόων». Καὶ σημείωσαι ὅτι τοῦτο ἔοικεν εἶναι, ὡς καὶ προείρηται, τὸ ἐκ τῆς κόρυθος αὐτοῦ καὶ τῆς ἀσπίδος ἀκάματον πῦρ, ἡ λαμπρότης δηλονότι τῶν ὅπλων, ἀφ' ἧς διάδηλός ἐστι. [Πάνυ γὰρ λαμπρὸν παράσημον καὶ ἡ αὐλῶπις, ὑπερανεστηκυῖα, γεγανωμένη, καὶ ἡ τρυφάλεια προλάμπουσα συχνοῖς ἀστεροειδέσι φάλοις.] Τὸ δὲ «πάντα» περιττεύει κἀνταῦθα. δῆλον γὰρ ὅτι ὁ ἐξ ἵππων καὶ ὅπλων εἰκαζόμενος πῃ γνωρίζεται καὶ οὐ κατὰ πάντα. Ὅρα δὲ καὶ ὅπως δυνάμενος εἰπεῖν ὁ ποιητὴς «ἀσπίδι τρυφαλείῃ τε ἵπποις τε» οὐκ ἐποίησεν οὕτω, ἀλλὰ τὸ ἵπποις τε περιέφρασεν εἰς τὸ «ἵππους τε εἰσορόων», ἵνα ἐκφύγῃ τὸ τῶν συχνῶν πτώσεων ὁμοειδές. (ῃ. 182) Ὅτι δὲ τρυφάλεια μὲν πρὸς διαστολὴν ἀφάλου, ἡ ἔχουσα τρεῖς φάλους, τοὺς πολλαχοῦ δηλουμένους, ἵνα ᾖ τρίφαλος, καὶ τροπῇ τοῦ ˉι εἰς ˉυ τρύφαλος ἀνάπαλιν πρὸς τὸ δύφρος δίφρος καὶ τὰ κατ' αὐτό, περὶ ὧν καὶ προείρηται, αὐλῶπις δὲ ἡ λήγουσα εἰς ὀξὺ τῷ αὐλίσκῳ, εἰς ὃν ὁ λόφος ἐνίεται, δηλοῦται καὶ ἐν ἄλλοις. [Ἰστέον δὲ ὅτι τε τὸ γινώσκων φύσει μακρὸν ἔχει τὸ κατάρχον δίχρονον μετὰ τὴν ἀπέλευσιν τοῦ ˉγ ἐκ τοῦ γιγνώσκων. ὃ δὴ γέγονε καὶ ἐν τῷ γίγνεται γίνεται, καὶ ἐν τῷ ἰχώρ, ὡς προεγράφη, καὶ ἐν τῷ ἀρητήρ, ἐκ τοῦ ἴσχω καὶ ἐκ τοῦ ἀρνός, καὶ ὅτι <ἐν τῷ> «αὐλώπιδι τρυφαλείῃ» δύο ἐπίθετα ἀντὶ ἑνὸς κεῖνται προσηγορικοῦ τοῦ κυνέῃ, καὶ ὅτι ἄφαλος μὲν ἐν χρήσει κεῖται, οὐ μὴν καὶ τρύφαλος. τρυφάλη 2.52 δέ ἐστιν, ὡς εἰκός, ἐξ οὗ τρυφάλεια. (ῃ. 187) Ἐν τούτοις δὲ πρὸς ἀναλογίαν τοῦ διζήμενος κεῖται καὶ τὸ κιχήμενος, οἷον «βέλος ὠκὺ κιχήμενον», ἤγουν ἐπελθόν, ἁψάμενον.] (ῃ. 190 ς.) Ὅτι ἀδρανῆ βλάβην φράζει τὸ «καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δ' οὐκ ἐδάμασα». Ὁ δὲ δεινὸν ἄρχοντα ὑφορώμενος εἴποι ἂν εὐθυβόλως τὸ «θεός νύ τίς ἐστι κοτήεις». ὁ Πάνδαρος δὲ ταῦτά φησιν, ὅτε βαλὼν τὸν ∆ιομήδην οὐκ ἔβλαψεν. (ῃ. 193-6) Ὅτι φίλιππος κατὰ τὸν ∆ιομήδην εἶναι δοκεῖ καὶ ὁ Πάνδαρος. διό φησιν «ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοί, πρωτοπαγεῖς, νεοτευχέες, ἀμφὶ δὲ πέπλοι πέπτανται, παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι, κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας». Εἰ δὲ καὶ ἀμφότεροι φίλιπποι, ἀλλ' ὅρα διαφοράν. ∆ιομήδης μὲν γὰρ εἰς χρῆμα στρατιωτικὸν δεῖται τῶν ἵππων καὶ εἰς τοῦτο φιλεῖ τὸ ζῷον. διὸ καὶ τοὺς ἀλλοτρίους καὶ ταῦτα ἐπ' ἀλλοδαπῆς περιποιεῖται, οἷον τοὺς τοῦ ∆άρητος καὶ τοὺς τῶν δύο Πριαμιδῶν καὶ τοὺς τοῦ Αἰνείου καὶ τοῦ Ῥήσου, καὶ οὐ φείδεται οὐδὲ τῆς εἰς αὐτοὺς δαπάνης. Πάνδαρος δὲ ὡς κτῆμα τούτους αὐχεῖ καὶ οἴκοι ἀποθέτους φυλάττει διὰ φειδωλίαν, ὡς ἂν μὴ δαπανᾷ πολλὰ εἰς αὐτοὺς ἐν τῇ Τρωϊκῇ πολιορκίᾳ. (ῃ. 197-203) Λέγει γοῦν αὐτός, ὅτι «μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ μοι ἐπέτελλεν ἵπποις καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας. ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν, ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς, ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδην». Οὕτω παρὰ τὸ δέον ἀνελεύθερος καὶ [κατὰ παλαιὰν κωμῳδίαν εἰπεῖν φειδός, ἤγουν] φειδωλός, δαπάνης ὁ Πάνδαρος, καίτοι μυριάδων πολιορκουμένων μὲν ὁμοίως αὐτῷ, διοικονομουμένων δὲ τὴν ἱππικήν, ὡς ἐξῆν. Τάχα δὲ καὶ ψευδόμενος ἀλαζονεύεται 2.53 [κατὰ Λαπίθην εἰπεῖν κωμικῶς. Λέγεται γάρ, φασί, σκωπτικῶς Λαπίθης ὁ αὐχηματίας παρὰ τὸ τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφήν, οἷς πείθει τινὰς περιαυτολογούμενος. Ὃ δὴ φαίνεται ποιῶν καὶ ὁ Πάνδαρος.] τί γὰρ ἔδει ἅρματος καὶ ἵππων τῷ τοξότῃ; διὸ οὐδὲ εἶπεν αὐτοῦ εἶναι τοὺς ἵππους, ἀλλὰ μέσως εἶπε καὶ ἀμφιβόλως, ὡς ἐν μεγάροισι Λυκάονος τοῦ πατρὸς αὐτοῦ ἕνδεκα δίφροι. Σημείωσαι οὖν ὡς τῷ ∆ιομήδει μὲν ἀρετή ἐστι τὸ φίλιππον, τῷ δὲ Πανδάρῳ ψόγος, εἴγε φειδόμενος δαπάνης τὴν ἑαυτοῦ ἀσφάλειαν προΐεται καί, ὡς οἱ παλαιοί φασιν, ἀναλωμάτων φειδοῖ τοῦ συμφέροντος ἀμελεῖ καὶ τοὺς δίφρους, ὡς πρὸς ἀνάθεσιν, ἀχράντους φυλάττει. (ῃ. 194) Σημείωσαι δὲ καὶ ὅτι τὸ νεοτευχέες δίφροι διασάφησίς ἐστι τοῦ πρωτοπαγεῖς, ὃ συντελεῖ τι διὰ τῆς ἐκ τοῦ πήσσω παραγωγῆς εἴς τε τὸ