ἐξ οὗ καὶ ὁ ἀστήρ, ἢ ὁ καυστειρός, ἐκ τοῦ αἴθω, τὸ καίω, καθ' ὃν λόγον καὶ ἡ μάχη καυστειρά, ἢ ὃν δεῖ καυθῆναι, ἵνα κατεργασθῇ. (ῃ. 474) Ῥινοὶ δὲ αἱ βύρσαι, βόες ἔστιν ὅτε καὶ αὐταὶ τῷ τοῦ ὅλου ὀνόματι λεγόμεναι, ὡς πρὸ ὀλίγου ἐφάνη. ∆ιὸ ἐπὶ τῶν ζώντων βοῶν φησι τὸ «ἄλλοι δ' αὐταῖς βουσίν». οὐ γὰρ ἡ βύρσα βοῦς αὐτόχρημα, μέρος δὲ βοός. τὸ δὲ ζῷον βοῦς αὐτὸ τοῦτό ἐστι. καὶ οὐδὲ ἀπολύτως ἡ βύρσα λέγεται βοῦς, ἀλλά, ὡς προεγράφη, μετὰ προσθήκης, καθὰ δηλοῖ τὸ «βόας αὔας», καὶ τὸ «βῶν ἀζαλέην». Ἐκ τοῦ ῥέειν δὲ ἡ ῥινός, καθὰ καὶ ἡ ῥίν. διὰ τοῦ δέρματος γὰρ οἱ ἱδρῶτες ἐκρέουσιν. Ἰωνικὸν 2.504 δὲ τὸ «αὐταῖς βόεσσιν», Ἰώνων γὰρ ἴδιον τὰς βόας λέγειν καὶ τὰς ἵππους καὶ τὰς κύνας καὶ τὰ τοιαῦτα. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὰ τῶν θρεμμάτων πλήθη κατὰ θηλυκὸν γένος προφέρονται, αἱ ὄϊς, αἱ βόες, αἱ ἵπποι, αἱ κάμηλοι, αἱ ἡμίονοι. (ῃ. 475) Ἡ δὲ τῶν ἀνδραπόδων λέξις νεωτερική ἐστι κατὰ τοὺς παλαιούς. ∆ιὸ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος ἠθέτουν τὸ ἔπος, ἐν ᾧ κεῖται ἡ λέξις αὕτη. Ἰστέον δὲ ὅτι τὸ «ἀνδραπόδεσσι» μεταπλασμός ἐστιν ὡς τὸ κρίνεσιν, ἴσως δὲ καὶ τὸ δένδρεσιν. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς εὐθεῖά ἐστιν αὐτοῦ ὁ ἀνδράπους, ἵνα ἐξ αὐτοῦ γίνηται τὸ ἀνδραπόδεσσιν, ὡς ἐκ τοῦ πούς ποδός ποδί τὸ πόδεσσι. Τινὲς δὲ ἀνδραπόδοισι γράφουσιν. Ἅπαξ δὲ ἡ λέξις εἴρηται, καὶ δηλοῖ τοὺς δούλους, ὡς ἀνδρῶν ὄντας πόδας, δηλονότι τῶν δεσποτῶν, οἵπερ εἰς κεφαλὰς ἐκείνοις λογίζονται. [Ὅτι δὲ οἱ τῶν ἀνδραπόδων πορισταὶ τοῖς ἐμπόροις ἀνδραποδισταὶ λέγονται, οἷς ἡ Θετταλία εὐθήνει πάλαι ποτέ, καὶ ὅτι οὐκ αἰχμάλωτα ἐξ ἀνάγκης τὰ ἀνδράποδα, εἴγε τὰ πλείω κλέπτονται, δῆλόν ἐστιν.] Σημείωσαι δὲ ἐν τούτοις καὶ ὅτι, καθάπερ οἱ Λήμνιοι οἴνου ὠνοῦντο ἀνδράποδα, οὕτω ποτὲ καὶ οἱ Θρᾷκες ἅλατος, ὅθεν καὶ ἁλώνητα δουλάρια τὰ εὔωνα. (ῃ. 468-71) Ἐν τούτοις δὲ καὶ ἱστορίαν παλαιὰν ὁ ποιητὴς 2.505 ἐπεμβάλλων καὶ οἰκονομίαν βίου καθυποδεικνὺς φιλικὴν λέγει περὶ τῶν ἐκ Λήμνου νεῶν καὶ ταῦτα «τάς», ἤγουν ἅστινας, «προέηκεν», εἰς Τροίαν δηλαδή, «Ἰησονίδης Εὔνηος. τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν». ἐξ οὗκαὶ Ἰησονίδην ἔφη αὐτόν. «χωρὶς δέ», τουτέστιν ἰδιαζόντως, «Ἀτρείδῃσ'«, τουτέστι τοῖς ἐξ Ἀτρέως, «Ἀγαμέμνονι καὶ Μενελάῳ, δῶκεν Ἰησονίδηςἀγέμεν μέθυ», τουτέστιν οἶνον, «χίλια μέτρα» ὅπερ ἡ κοινοτέρα φράσις οἴνου χίλια μέτρα φησί. Ξέσται δέ τινες ἦσαν ταῦτα τὰ μέτρα. (ῃ. 468 ς.) ∆ῆλον δὲ ὅτι ὁ τοῦ Εὐνήου πατὴρ Ἰάσων, Θετταλὸς ὤν, συνῆλθε τῇ Λημνίᾳ Ὑψιπύλῃ, ὅτε τοῖς Ἀργοναύταις συμπλέων εἰς Κόλχους τῇ Λήμνῳ προσώκειλε καὶ εὗρε τὴν νῆσον ἔρημον ἀνδρῶν. πᾶσαι γὰρ τότε πάντας τοὺς ἑαυτῶν ἀνεῖλον ἄρδην αἱ Λήμνιαι, ὡς καὶ Εὐριπίδης φησίν. Ὅθεν καὶ χηρεύουσαι ἀνδρῶν ἄλλαι μὲν ἑτέροις, Ὑψιπύλη δὲ τῷ ἐξάρχοντι τῶν Ἀργοναυτῶν Ἰάσονι συνεζύγη, ἐξ ὧν Εὔνηος βασιλεύς, νηῶν ἐπιμελητής, ὡς ἡ κλῆσις δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ «ὃν ἔτεκεν Ὑψιπύλη ὑπὸ Ἰάσονι» οὔκ ἐστιν ἁπλῶς ἑρμηνεία τοῦ Ἰησονίδης, ἀλλ' ἱστορία τοῦ καὶ ποίαν ἔσχε μητέρα ὁ Εὔνηος. ∆ῆλον δὲ ὡς, ἐπεὶ ὁ Ἰάσων συστέλλων τὴν παραλήγουσαν δύσχρηστος εἰς μέτρον ἐστὶν ἐν ταῖς πλαγίαις, διὰ τοῦτο ἐτράπη τὸ ˉα εἰς ˉη παρὰ τῷ ποιητῇ ἔν τε τῷ «ὑπ' Ἰήσονι» καὶ «Ἰησονίδης». (ῃ. 470) Τὸ δὲ «Ἀγαμέμνονι καὶ Μενελάῳ» κατὰ 2.506 τὸ παρέλκον καὶ ἐνταῦθα κεῖται. (ῃ. 471) Μέθυ δὲ συνήθως λέγει τὸν οἶνον διὰ τὸ τοὺς ἀμέτρως αὐτοῦ πίνοντας μεθίεσθαι ἤτοι ἀμελεῖν. ἀφ' οὗ καὶ ἡ μέθη καὶ μεθημοσύνη, ἡ ἀμέλεια. [(ῃ. 467) Σημείωσαι δὲ ὅτι τὸ «νῆες δ' ἐκ Λήμνοιο» καὶ ἑξῆς, οὐκ ἐξ ἀνάγκης Λημνίας νῆας δηλοῖ, ἀλλ' ἴσως μὲν τοιαύτας, ἴσως δὲ ἑτέρωθεν μὲν οὔσας, στελλομένας δ' ἐκεῖθεν ἐμπορικῶς. εἰκὸς δὲ καὶ ἐκ Λήμνου αὐτὰς εἶναι καὶ ἑτέρωθεν. Ὅτι δὲ τὸ «νῆες ἐκ Λήμνου» δύναται ταὐτόν ποτε περιφραστικῶς εἶναι τῷ Λήμνιαι, δῆλον ἐκ τῶν παλαιῶν. οὕτω καὶ ὁ Ἀθηναῖος καὶ ὁ ἐξ Ἀθηνῶν καὶ ὁ Ἀντιοχεὺς καὶ ὁ ἐξ Ἀντιοχείας καὶ οπολίτης καὶ ὁ ἐκ πόλεως εἰς ταὐτὸν ἥκουσιν. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τοπικά. (ῃ. 469) Ἡ δὲ Ὑψιπύλη, ὅτι καὶ Ὑψιπύλεια λέγεται ὡς Πηνελόπη Πηνελόπεια, οὐκ ἀμάρτυρόν ἐστιν.] (ῃ. 476-481) Ὅτι