τράφος ἰδιωτικῶς, εἶτα καὶ τάρφος, τὸ δάσος, καὶ ὀρυκτὴ τάφρος κατὰ μετάθεσιν, ἡ ἔχουσα πόας τρέφειν δυναμένας διὰ τὸ χειμαρρῶδες τοῦ ῥωχμοῦ. Τινὲς μέντοι τὸ πρὸ τῶν τειχέων ὄρυγμα τάφρον καλεῖσθαί φασιν ἀπὸ τοῦ ἀφαιρεῖσθαί τι αὐτῆς ἀναγκαίως ἐν τῷ ὀρύσσεσθαι, ἵνα ᾖ ἄφαιρος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ˉτ τάφρος. Ἐνταῦθα δὲ πολὺ τὸ τοῦ Ἕκτορος ἀλαζονικόν, εἰ καὶ τὴν εὐρεῖαν τάφρον ὑπερθορεῖν τοὺς ἵππους θαρρεῖ, οὓς ἐν τοῖς ἑξῆς ἐπ' ἄκρῳ χείλει ἑστῶτας ἡ τάφρος ἀποδειδίσσεται. (ῃ. 181) Μνημοσύνη δὲ ἡ μνήμη, καὶ συντελεῖ τοῦτο εἰς ἀλληγορίαν τῆς τῶν Μουσῶν μητρός, Μνημοσύνης. Τὸ δὲ «πυρὸς δηΐου» διαστέλλει τὸ παρὸν πῦρ πρὸς τὰ λοιπὰ πυρά, ἐν οἷς καὶ τὸ θυτικὸν καὶ τὸ γαμήλιον καὶ τὸ ἐν θήραις καὶ τὸ φρυκτωρικόν. (ῃ. 182) Τὸ δὲ «πρήσω» ἐκ τοῦ πῦρ γίνεται, ἀφ' οὗ ἐμπυρίσω καὶ ἐν συγκοπῇ ἐμπρήσω, ἐν ἑτεροίᾳ γραφῇ καθ' ὁμοιότητα τοῦ διαχειρίσασθαι διαχρήσασθαι. [Σαφέστερον δὲ εἰπεῖν, ἐκ τοῦ πῦρ πυρός 2.556 γίνεται μετὰ τῆς ˉεˉν προθέσεως ἐντελὲς τὸ ἐμπυρίζω, οὗ ὁ μέλλων ἐμπυρίσω. ἐκ δὲ τοῦ αὐτοῦ πυρός γίνεται καὶ περισπώμενον τὸ πυρῶ, καὶ ἐν συγκοπῇ πρῶ, οὗ μέλλων πρήσω διὰ τοῦ ˉη ἐξ ἀνάγκης. ἐκ δὲ τοῦ εἰρημένου πρῶ παραγώγως μὲν τὸ πρήθω, ἐν δὲ ἀναδιπλασιασμῷ καὶ ἐνθέσει τοῦ ˉν πιμπρῶ, τὸ καίω. καὶ τοῦτο μὲν τοιοῦτον. Ἐκ δὲ τοῦ χείρ χειρός γίνεται ὁμοίως καὶ τὸ διαχειρίζω κατὰ ἐντέλειαν, ὅθεν τὸ διαχειρίσασθαι, καὶ τὸ διαχρῶ, ἀφ' οὗ τὸ διαχρήσασθαι. καὶ ἰδοὺ συγκοπαὶ αὗται ἀλλάξασαι πρωτοτύπους συζυγίας.] Εἰ δέ τις ἐνταῦθα ἐνθυμηθῇ καὶ τὸ ἀόργητος καὶ ἀοργησία, τὰ ἐκ τοῦ ὀργίζω γινόμενα, ἔχοι ἄν τι καὶ τοῦτο παρασημειώσεως ὁμοίας ἄξιον, [πλὴν ὅσον οὐ συγκοπὴ ἐνταῦθα ἐποίησεν ἀλλαγὴν συζυγίας, ἀλλὰ σύνθεσις. τὸ μὲν γὰρ ἁπλοῦν ὀργίζω βαρυτόνως, τὸ δὲ ἀπ' αὐτοῦ σύνθετον δοκεῖ ἀοργῶ εἶναι καὶ ἀπ' αὐτοῦ παρῆχθαι, ὥσπερ τὸν ἀόργητον, οὕτω καὶ τὴν ἀοργησίαν. Τοιοῦτον δέ τι γίνεται καὶ ἐπὶ τοῦ χειρίζω, ἐγχειρῶ, καὶ σκοτίζω, ἐπισκοτῶ, καὶ κακίζω, ἐκκακῶ.] Ἰστέον δὲ καὶ ὅτι παρὰ Ἡροδότῳ πυρῶσαι κεῖται τὸ ἐμπρῆσαι ἐν τῷ «πυρώσω τὰς Ἀθήνας». [Κεῖται δὲ ἡ λέξις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «ἀμφικίονας ναοὺς πυρώσων ἦλθεν», ἤγουν καύσων. Ἔνθα ναοὶ ἀμφικίονες ἐρρέθησαν οἱ, ὡς καὶ μέχρι νῦν ἐνιαχοῦ φαίνεται, κύκλῳ ὑπὸ κιόνων περιεχόμενοι, ταὐτὸν δ' εἰπεῖν, κυκληδόν, ὃ κεῖται παρὰ τοῖς παλαιοῖς.] (ῃ. 184-97) Ὅτι ἐνθουσιῶν οἷον ὁ Ἕκτωρ ἐφ' οἷς ἄρτι ἐθάρρησεν, ἢ καὶ ἀφελῶς λαλῶν, ἐγκελεύεται τοῖς ἵπποις ὡς εἴπερ ἦσαν λογικοὶ «Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε, νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος, ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγει, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβω 2.557 μεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπ' ὤμοιϊν ∆ιομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐλποίμην ἂν Ἀχαιοὺς αὐτονυχεὶ νηῶν ἐπιβησέμεν ὠκειάων». Τοιαῦτα καὶ ταῦτα τὰ τοῦ Ἕκτορος οὐ μακρὰν εὐηθείας εἰρημένα, οἷς ὡς πρὸς νοοῦντας τοὺς ἵππους λαλῶν τροφεῖά τε ἀπαιτεῖ-Τοῦτο γὰρ δηλοῖ τὸ τὴν κομιδὴν ἀποτίνειν. -, καὶ κοινοῦται τὸ ἀριστεῖον αὐτοῖς ἐν τῷ «ὅπως λάβωμεν ἀσπίδα καὶ θώρακα». (ῃ. 185) Τῶν δὲ παλαιῶν οἱ μὲν τὰς τέσσαρας τῶν ἵππων κλητικὰς μίσγοντες εἰς δύο συναλείφουσι συζυγίας καὶ ξυνωρίδας ποιοῦσιν ἵππων, δύο νοοῦντες ὀνόματα ἐπίθετα, κείμενα δυσὶν ὀνόμασιν ἵππων κυρίοις, οἷον λόγου χάριν «Ξάνθε τε καὶ σὺ Λάμπε, πόδαργε καὶ αἴθων, τουτέστι ταχύτατε καὶ πυρρέ. Χρῶνται δὲ πρὸς ἀπόδειξιν καὶ τῷ «ἀποτίνετον» δυϊκῷ ῥήματι καὶ τῷ «ἐφομαρτεῖτον καὶ σπεύδετον». Ὡς ἐπὶ συνωρίδος γάρ, φασί, κεῖνται τὰ τοιαῦτα δυϊκά. Λέγουσι δὲ καὶ οὐδὲ τεθρίππου χρῆσιν εἶναι τοτὲ τοῖς ἥρωσιν, ἀλλὰ ξυνωρίσι χρᾶσθαι πάντας, καί που καὶ παρῃόρῳ ἑνί, ὡς ἐφάνη ἐπὶ Νέστορος. Ἔτι δέ φασιν ὡς, εἴπερ ἦν τέθριππον, καὶ δύο ἂν εἶχε ῥυμούς, ὡς Αἰσχύλος φησίν «ἐν διρρυμίᾳ