μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικῶν, κατὰ διπλασιασμόν. εἰσὶ γὰρ δισύλλαβοι ἁπλοῖ τέσσαρες, τουτέστιν ὁ σπονδεῖος καὶ ὁ πυρρίχιος, ὁ τροχαῖος καὶ ὁ ἴαμβος. οὗτοι δὲ ἀντιστρεφόμενοι ἀλλήλους ποιοῦσι κυκλικῷ σχήματι. τοῦ γὰρ τροχαίου μετατιθεμένη ἡ μακρὰ τὸν ἴαμβον ἀποτελεῖ καὶ ἔμπαλιν ἡ τοῦ ἰάμβου τὸν τροχαῖον, καὶ αἱ τοῦ σπονδείου μακραὶ εἰς βρα χεῖαν τὸν πυρρίχιον, καὶ ἔμπαλιν αἱ τοῦ πυρριχίου βραχεῖαι εἰς μακρὰν τὸν σπονδεῖον. εἰσὶν οὖν δισύλ λαβοι τῶν ἁπλῶν πόδες τέσσαρες. εἶτα κατὰ ἀναδι πλασιασμὸν τρισύλλαβοι ὀκτώ, ὡς ὁ τεχνικός φησιν. πάλιν κατὰ ἀναδιπλασιασμὸν τῶν διπλῶν τετρασύλλα βοι ιʹ, πεντασύλλαβοι μὲν λβʹ, ἑξασύλλαβοι δὲ ἑξηκον τατέσσαρες, ὥστε εἶναι τοὺς πάντας ὁμοῦ ρκδʹ. - Ἄλλοι δ' ἄλλως ψηφίζουσιν, ὥστε καὶ πλείονα φθά νειν. τοὺς γὰρ δώδεκα ἁπλοῦς, τουτέστι τοὺς δʹ δι συλλάβους καὶ ὀκτὼ τρισυλλάβους, δωδεκάκις πολυ πλασιάζουσι· δωδεκάκις οὖν δώδεκα γίνονται ρμδʹ. καὶ οὕτως οἱ περὶ Ὦρον καὶ Λογγῖνον ἐψήφιζον. 213 {1Περὶ ὀνομασίας τῶν ποδῶν.}1 20Πυρρίχιος20 γοῦν ἐστίν, ὅν τινες καὶ προκελευσμα τικὸν καλοῦσιν, ὁ καὶ παρίαμβος καὶ ἡγεμὼν ἐκ δύο βραχειῶν, δίχρονος. λέγεται δὲ πυρρίχιος, ὅτι βραχύ τατος ὢν καὶ ὀξύτατος ἐφήρμοσε μάλιστα τῇ συντόμῳ κινήσει τῆς ὀρχήσεως, ἣν πυρρίχην ὠνόμαζον, ἢ διὰ τὸ ὑπὸ Πύρρου, τοῦ καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως υἱοῦ εὑρεθῆναι τόν τε τοῦ ποδὸς καὶ τοῦ μέλους <καὶ> τῆς ὀρχήσεως ῥυθμόν, ἢ διὰ τὸ ὑπὸ Ἀχιλλέως παρὰ τῇ τοῦ Πατρόκλου πυρᾷ, ἢ διὰ τὴν σφοδρὰν κίνησιν καὶ πυρώδη. παρίαμβος δὲ ὁ αὐτὸς καλεῖ ται διὰ τὸ παρὰ ἕνα χρόνον ἴσος εἶναι τῷ ἰάμβῳ· ὁ μὲν γὰρ δίχρονός ἐστιν, ὁ δὲ ἴαμβος τρίχρονος. προκελευσματικὸς δὲ ἐκλήθη καὶ ἡγεμὼν διὰ τὸ βραχύ τατος εἶναι πλέον παντὸς ποδὸς καὶ πρὸ πάντων εὑρῆ σθαι, ἀκολουθεῖν τε αὐτῷ πάντα τὰ τῶν ποδῶν σχή ματα καὶ μεγέθη. 20Σπονδεῖος20 δέ ἐστιν ἐκ δύο μακρῶν, τετράχρονος, οἷον φωνή. λέγεται δ' οὕτως διὰ τὸ μάλιστα παρα λαμβάνεσθαι εἰς τὰς ἱερουργίας καὶ σπονδοποιίας τῶν 214 θεῶν, ἀφ' οὗ καὶ σπονδεῖον ἔτι καὶ νῦν μέλος προσ αυλεῖν λέγουσι τοῖς ἱεροῖς. Ὁ δὲ 20τροχαῖός20 ἐστιν ἐκ μακρᾶς καὶ βραχείας, τρίχρονος, οὕτω κληθείς, ἐπειδὴ διατετροχασμένην καὶ τροχαίαν ἐν τῇ κατασκευῇ τὴν ῥυθμοποιίαν ἔχει, διὰ τὸ τὴν μακρὰν ἐπιτρέχειν ἀεὶ τῇ βραχείᾳ καὶ ἀνά παλιν τὴν βραχεῖαν ἕπεσθαι τῇ μακρᾷ. 20Ἴαμβος20 δ' ἐκ βραχείας καὶ μακρᾶς, <τρίχρονος> εἴρηται ἤτοι ἀπὸ Ἰάμβης τῆς Κελεοῦ θεραπαίνης, ἥτις τὴν ∆ήμητρα λυπουμένην ἠνάγκασε γελάσαι γέλοιόν τι εἰποῦσα, τῷ ῥυθμῷ τούτου τοῦ ποδὸς αὐτομάτως χρησαμένη. ἢ ἀπὸ Ἰάμβης τινὸς ἑτέρας, γραός, ᾗ Ἱπ-πῶναξ ὁ ἰαμβοποιὸς παρὰ θάλασσαν ἔρια πλυνούσῃ συντυχὼν ἤκουσε τῆς σκάφης ἐφαψάμενος, ἐφ' ἧς ἔπλυνεν ἡ γραῦς, ἄνθρωπ', ἄπελθε, τὴν σκάφην ἀνατρέπεις. καὶ συλλαβὼν τὸ ῥηθὲν οὕτως ὠνόμασε τὸ μέτρον. ἄλλοι δὲ περὶ τοῦ χωλιάμβου τὴν ἱστορίαν ταύτην ἀναφέρουσι, γράφοντες τὸ τέλος τοῦ στίχου τὴν σκάφην ἀνατρέψεις. 215 ἢ παρὰ τὸ ἰαμβίζειν, ὅ ἐστιν ἰὸν βάζειν τουτέστιν <λόγους μεστοὺς πικρίας> λέγειν· λοιδορικὸν γὰρ τὸ μέτρον τὸ ἐκ τούτου τοῦ ποδὸς συνιστάμενον. Τρισύλλαβοι δὲ οἵδε· 20∆άκτυλος20, ὁ καὶ ἡρῷος. <ἐκ μακρᾶς καὶ δύο βραχειῶν, τετράχρονος·> καὶ δάκτυ λος μὲν ἀπὸ τῶν Ἰδαίων ∆ακτύλων, οἳ τὸν μὲν ἀριθ μὸν ἦσαν δέκα, παραστάται δὲ τυγχάνοντες τῆς Ῥέας καὶ μουσικώτατοι ὑπάρχοντες διὰ τῆς τῶν ὀργάνων χρήσεως ὕμνουν τὸν ∆ία. καὶ ἄλλως· δάκτυλος ἀπὸ τῆς ἐν ταῖς χορδαῖς γινομένης τῶν δακτύλων κινή σεως. ἡρῷος δὲ καλεῖται διὰ τὸ πρὸς τὰ τῶν ἡρώων ἔργα καὶ τοὺς τῆς γενεαλογίας ὕμνους προσαρμόζειν, ἢ διὰ τὸ πρώτῳ τούτῳ κεχρῆσθαι τοὺς ποιητὰς πρὸς τὴν ἡρωϊκὴν ἱστορίαν. 20Ἀνάπαιστος20 δέ, ὃν καὶ καλοῦσι τινὲς ἀντιδάκτυ λον, ἐκ δύο βραχειῶν καὶ μακρᾶς, τετράχρονος. ἐκλήθη δὲ οὕτως διὰ τὸ ἀντικειμένως ἔχειν τῷ ἡρῴῳ (δύο γὰρ ἕχει βραχείας κατὰ τὴν ἀρχὴν τῆς πλήξεως τοῦ ῥυθμοῦ, τὴν δὲ τρίτην μακρὰν ἐν