ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις τοῦτον ἐξαίρειν οἶμαι δεῖν· ἢ κακῶς ἂν ἔλεγον τὸν ἄνδρα, τοῖς ἄλλων πταίσμασιν, ἵνα τι περὶ αὐτοῦ μεῖζον δὴ λέγειν ἔχοιμι, παραβαλὼν τὸν μακάριον αὐτοῦ βίον· οὐχ οὕτως ἀφραίνομεν· ἀλλ' αὐτὸ ὃ πέπονθα δίχα τινὸς παρα βολῆς καὶ πανουργίας τῆς ἐν λόγοις ὁμολογήσω.
11 Οὗτός με πρῶτος καὶ μόνος καὶ τὴν Ἑλλήνων φιλοσοφίαν φιλοσοφεῖν προὐτρέψατο, τοῖς ἤθεσι τοῖς ἰδίοις αὐτοῦ καὶ τοῦ περὶ ἠθῶν ἀκοῦσ<αι> καὶ ἀνασχέσθαι λόγου πείσας, οὐκ ἂν πεισθέντα, ὅσον ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις (πάλιν ὁμολογῶ), οὐκ ὀρθῶς μέν, δυστυχῶς δὲ μικροῦ δεῖν ἡμῖν. Οὐμενοῦν οὐδὲ πλείοσιν ἐνέτυχον τὸ πρῶτον, ὀλίγοις δέ τισι τοῖς διδάσκειν ἐπαγγελλομένοις, ἀλλὰ γὰρ πᾶσι μέχρι ῥημάτων τὸ φιλοσοφεῖν στήσασιν. Οὗτος δέ με πρῶτος καὶ τοῖς λόγοις φιλοσοφεῖν προὐτρέψατο, τοῖς ἔργοις φθάσας τὴν διὰ λόγων προτροπήν· οὐκ ἀπαγγέλλων μόνον ῥήματα μεμελετημένα, ἀλλ' οὐδὲ λέγειν ἀξιῶν, εἰ μὴ σὺν εἰλικρινεῖ τῇ γνώμῃ καὶ πρᾶξαι τὰ εἰρημένα ἀγωνιουμένῃ τοῦτο ποιοῖ, ἢ τοιοῦτον ἑαυτὸν παρασχέσθαι πειρώμενος, οἷον τ<οῖς> λόγοις διέξεισι τὸν καλῶς βιωσόμενον, καὶ παράδειγμα μέν, ἐβουλόμην εἰπ<εῖν>, ἐκθέμενος σοφοῦ· ἀλλ' ἐπεὶ ἀλήθειαν ἡμῖν, οὐ κομψείαν ἐπηγγείλατο ὁ λόγ<ος> ἄνωθεν, παράδειγμα μὲν αὐτὸν σοφοῦ οὐδέπω λέγω· καίτοι γε εἰπεῖν ἐθέλ<ων> εἶναι τ' ἀληθές· ἀλλὰ ἐῶ νῦν τοῦτο. Οὐ παράδειγμα τοίνυν ἀκριβές, ἐξομοιοῦν δὲ καὶ ἄγαν ἐθέλοντα, σπουδῇ πάσῃ καὶ προθυμίᾳ βιαζόμενον, εἰ δεῖ λέγειν, καὶ παρὰ τὴν ἀνθρώπων δύναμιν· καὶ μέντοι καὶ ἡμᾶς ἑτέρους τοιούτους πλάττειν, οὐ λόγων ἐγκρατεῖς καὶ ἐπιστήμονας τῶν περὶ ὁρμῶν, τῶν δὲ ὁρμῶν αὐτῶν· ἐπὶ τὰ ἔργα καὶ τοὺς λόγους ἄγχων καὶ οὐ μικρὰν μοῖραν ἑκάστης ἀρετῆς, τάχα δὲ καὶ σύμπασαν, εἴπερ ἐχωρήσαμεν, ἐπιφέρων ἐν αὐτῇ τῇ θεωρίᾳ· δικαιοπραγεῖν μὲν καὶ ἀναγκάζων, εἰ δεῖ λέγειν, διὰ τὴν ἰδιοπραγίαν τῆς ψυχῆς, ᾗ προσθέσθαι ἡμᾶς ἔπεισεν· ἀπάγων μὲν τῆς κατὰ τὸν βίον πολυπραγμοσύνης καὶ τοῦ τῆς ἀγορᾶς ὀχληροῦ, ἑαυτοὺς δὲ περισκοπεῖν ἐπάρας καὶ τὰ αὑτῶν ὄντως πράττειν. Τοῦτο δὲ εἶναι τὸ δικαιοπραγεῖν, καὶ ταύτην τὴν δικαιοσύνην τήν γε ἀληθῆ καὶ τῶν ἀρχαίων φιλοσόφων τινὲς εἰρήκασι, τὴν ἰδιοπραγίαν λέγοντες ἐμοὶ δοκεῖν καὶ ἀνυσιμώτερον πρὸς μακαριότητα ἑαυτοῖς τε καὶ τοῖς προσιοῦσιν· εἴπερ γέ ἐστι τῆσδε τῆς ἀρετῆς τὸ κατ' ἀξίαν ἀπονέμειν καὶ τὰ ἴδια ἑκάστοις. Τί γὰρ ἂν ἴδιον εἴη ψυχῆς ἕτερον, τί δὲ οὕτως ἄξιον, ἢ τὸ ἐπιμέλεσθαι ἑαυτῆς, οὐκ ἔξω βλέπουσαν οὐδ' ἀλλο τριοπραγοῦσαν οὐδὲ συνελόντα εἰπεῖν ἀδικοῦσαν ἑαυτὴν τὴν χειρίστην ἀδικίαν, ἀλλ' ἔνδον πρὸς ἑαυτὴν ἀπεστραμμένην, αὐτὴν ἑαυτῇ ἀποδιδοῦσαν καὶ δικαιοπραγοῦσαν; Οὕτως μὲν δίκαια πράττειν, εἰ δεῖ λέγειν, ἀναγκάζων ἐπαίδευε· φρονεῖν δὲ πάλιν οὐχ ἧττον τῷ πρὸς ἑαυτὴν εἶναι καὶ ἑαυτοὺς γινώσκειν ἐθέλειν τε καὶ πειρᾶσθαι· τοῦτο δὴ τὸ ἄριστον φιλοσοφίας ἔργον, ὃ δὴ καὶ δαιμόνων τῷ μαντικωτάτῳ ἀνατίθεται ὡς πάνσοφον πρόσταγμα, τό· Γνῶθι σαυτόν. Τὸ δὲ εἶναι ὄντως ἔργον φρονήσεως, καὶ ταύτην εἶναι τὴν θείαν φρόνησιν καλῶς τοῖς παλαιοῖς λέγεται· τὴν αὐτὴν ὄντως οὖσαν θεοῦ καὶ ἀνθρώπου ἀρετήν, αὐτῆς τῆς ψυχῆς ἑαυτὴν ὥσπερ ἐν κατόπτρῳ ὁρᾶν μελετώσης καὶ τὸν θεῖον νοῦν, εἰ ἀξία γένοιτο τῆς κοινωνίας τῆσδε, ἐν αὑ<τῇ> κατοπτριζομένης ὁδόν τε ἀπόρρητόν τινα ταύτης ἀποθεώσεως ἐξιχνευομένης. Ἀκολούθως δὲ καὶ σωφρονεῖν καὶ ἀνδρίζεσθαι· σωφρονεῖν μέν, διασωζομέ νους τὴν φρόνησιν τήνδε τῆς ψυχῆς ἑαυτὴν γινωσκούσης, εἴ ποτε αὐτῇ τοῦτο γένοιτο· ταύτην γὰρ εἶναι πάλιν τὴν σωφροσύνην, σώαν τινὰ φρόνησιν οὖσαν· ἀνδρίζεσθαι δ' ἐπὶ πᾶσιν ἐμμένοντας ταῖς εἰρημέναις ἐπιτηδεύσεσι, καὶ οὐκ ἀποπίπτοντας οὔθ' ἑκουσίως οὔθ' ὑπό τινος ἀνάγκης, φυλάττοντας δὲ καὶ ἐγκρατεῖς τῶν εἰρημένων· καὶ ταύτην εἶναι, σώτειράν τινα καὶ φύλακα δογμάτων οὖσαν, τὴν ἀρετὴν ταύτην.