11
δυνάμεως αὐτοῦ, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ ζωαρχικῷ καὶ ἡγεμονικῷ δηλαδὴ πνεύματι. Αὐτοῦ ἀκούετε. Ὁ γὰρ τοῦτον δεχόμενος, ἐμὲ δέχεται, τὸν ἀποστείλαντα, οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς. Ὡς μὲν γὰρ ἄνθρωπος ἀποστέλλεται, ὡς δὲ Θεὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ὁ μὴ τιμῶν τὸν μονογενῆ μου Υἱὸν καὶ ἀγαπητὸν, οὐ τιμᾷ τὸν Πατέρα, ἐμὲ τὸν πέμψαντα αὐτόν. Αὐτοῦ ἀκούετε· ἔχει γὰρ ζωῆς αἰωνίου ῥήματα. Τοῦτο τῶν τελουμένων συμπέρασμα, αὕτη τοῦ μυστηρίου ἡ δύναμις. ιθʹ. Εἶτα τί; Μωσῆν καὶ Ἠλίαν πρὸς τοὺς οἰκείους τόπους ἐξέπεμψε, καὶ μόνοις τοῖς ἀποστόλοις ὀπτάνεται, καὶ οὕτως ἐκ τοῦ ὄρους κατίασι, μηδενὶ μηδὲν τῶν ὁραθέντων ἢ ἀκουσθέντων φθεγγόμενοι. Τοῦτο γὰρ ὁ ∆εσπότης ἐντέλλεται. Τίνος ἕνεκεν, καί του γε χάριν, ἐρῶ. Ἀτελεῖς, οἶμαι, τοὺς μαθητὰς ἐπιστάμενος· οὔπω γὰρ τῆς τελείας τοῦ Πνεύματος μεθέξεως τετυχήκασιν· ὡς ἂν ἡ λύπη μὴ τὰς τούτων καρδίας πληρώσειεν· ὡς ἂν μὴ τὸν προδότην ἡ φθόνου λύσσα ἐκμήνειε. Φέρε τοίνυν καὶ ἡμεῖς τῶν λόγων τῇ ὑποθέσει συγκαταπαύσωμεν. κʹ. Ὑμεῖς δὲ τῶν λελεγμένων ἀεὶ μνημονεύοιτε, ἐγκαρδίως φέροντες τῆς θείας ἐκείνης τὴν ὡραιότητα, τῇ πατρικῇ φωνῇ ἀεὶ ἐνηχούμενοι, Οὗτός ἐστιν οὐ δοῦλος, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε. Ἀκούσωμεν αὐτοῦ τοιγαροῦν λέγοντος· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. Οὐ φονεύσεις· ἀλλ' οὐδὲ ὀργισθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ διαλλάγηθί τε τῷ ἀδελφῷ σου πρότερον, καὶ οὕτως ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐ μοιχεύσεις· ἀλλ' οὐδὲ περιεργάσῃ κάλλος ἀλλότριον. Οὐκ ἐπιορκήσεις· ἀλλ' οὐδὲ ὀμόσεις ὅλως· ἔσται δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὐ, οὔ· τὸ δὲ περισσὸν τοῦ πονηροῦ εὕρημά ἐστιν. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἀποστερήσεις· ἀλλὰ καὶ τὸ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀπόστρεφε, καὶ τὸν τὰ σὰ αἴροντα μὴ κωλύσῃς. Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καλῶς ποιεῖτε 96.576 τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τέλειοι καὶ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γεύσεως, νῦν μὲν ὅσον ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα δὲ τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὅταν ἀπαλλαγέντες τῶν ἀναγκῶν τοῦ σώματος, ὡς ἄγγελοι σὺν Κυρίῳ ἄφθαρτοι ἔσονται, ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.