τὰ τῆς ἀδικίας ἐργάζεσαι· ἐχαλέπαινέ τε γὰρ ἀδικοῦσιν ἐκεῖνος καὶ ἐπεξήρχετο. ἐπεὶ δὲ νοσεῖν ἤρξατο καὶ τὰ τοῦ σώματος ὑπέρρει ἢ μᾶλλον ὄγκοις ἀλλοτρίοις διῳδήκει τε καὶ ἐπηύξηται, δημοσίᾳ πράττειν τὸ κακὸν οὐκ ᾐσχύνοντο, δεδοικότες δὲ μὴ συνεξαπολήξῃ τῷ βασιλεῖ τὰ τῆς εὐτυχίας αὐτῶν, τάφρους τε πόρρωθεν ἀπεχώννυσαν καὶ ἑρκίοις ἑαυτοὺς ἐπελάμβανον, τὰ τῶν Ῥωμαίων ὅρια στοιχηδὸν ὥσπερ περικυκλοῦντες καὶ πάντων φροντισταὶ καθιστάμενοι. ἐπεὶ δ' ἐκτομίαι ὄντες ἐτύγχανον, ἑνὶ τῶν συγγενῶν τὴν ἡγεμονίαν ἐμνῶντο, καὶ τὸ τοῦ καίσαρος περιβαλόντες ἀξίωμα, πρὸ τῶν βασιλείων πυλῶν ἔστησαν ἵν' ἀντεπιρρεύσοι τῷ ὑπορρεύσαντι. σὺ δὲ κύριε ὁ ἐν οὐρανοῖς κατοικῶν ἐμυκτήριζες μὲν τὰς βουλὰς αὐτῶν, οὐκ ἤλεγχες δέ, ὅσπερ σὸς νόμος, οὐδ' ἐχρῶ τῷ κολάζειν, ἀλλὰ τῷ ἀνέχεσθαι. οἱ δὲ τὴν σὴν ἀνοχὴν ἀκυβερνησίαν τοῦ παντὸς οἰόμενοι, κατὰ τὰς ἐνθυμήσεις αὐτῶν τὰς πονηρὰς ἐπορεύοντο, καὶ τῆς ἑαυτῶν ἐξήρτων βουλῆς τε καὶ σκέψεως τὰ τῆς σῆς προνοίας ἀποτελέσματα. Εἶχε ταῦτα. καὶ ὁ μὲν βασιλεὺς ὑδέρῳ περιπεπτώκει· οὐ μὴν ἀλλά-τί γὰρ δεῖ κρύπτειν ἱστοροῦντας, οὐκ ἐπαινοῦντας; - καὶ περιοδικαῖς φρενίτισιν ἔκαμνεν, εἴτε τινὸς βασκανίᾳ δαίμονος πονηροῦ αὐτὸ δὴ τὸ τῆς ψυχῆς ἡγεμονικὸν περιτρέποντος, εἴτε τοῦ μελαντέρου καὶ γεωδεστέρου χυμοῦ ἐπὶ τὴν κεφαλὴν ἀνιόντος καὶ τὸ φρονοῦν ἀμαυροῦντος, οἷα δὴ τὰ πολλὰ γίνεσθαι εἴωθεν. ὁ μὲν οὖν ἀμφοτέρωθεν ἔκαμνε, καὶ τὸ ἐνεργὸν τῆς βασιλείας διὰ τῆς νόσου ἀποσεσύλητο. οἱ δὲ ἐκείνῳ μὲν τὸ τοῦ βασιλέως ἔσωζον ὄνομα, αὐτοὶ δὲ τῶν πραγμάτων εἴχοντο καὶ μετεκύβευον ὅποι βούλοιντο. καὶ ἅτερος μέν, ὁ τῆς ὅλης πρεσβεύων γενεᾶς, μεταγνοὺς ἐφ' οἷς ἐπεπράχει περὶ τοῦ καίσαρος, πρὸς ἕτερον τῶν συγγενῶν ταῖς ψήφοις μετέπιπτεν, ἅτερος δὲ τοῖς ἅπαξ ἠγάπα δόξασι καὶ οὐκ ἦν ἑτεροκλινής. Ἐν τούτῳ δὲ ἀνήρ τις, τό τε εἶδος τῶν φαυλοτάτων καὶ τὸ γένος τῶν ἀκλεῶν, τοῦ τῶν Βουλγάρων κορυφαίου κατατρυφᾷ, καί τινα αὐτῷ ἐπιφημίσας εὐγένειαν, καὶ λόγον ἐλευθερίας ὑποβαλόμενος πρὸς ἀποστασίαν ἐπαίρει, καὶ σπινθὴρ ἀφανὴς εἰς πῦρ ἀνακαίεται. ὅλον γὰρ τὸ ἔθνος συμφρονῆσαν λαβών, καὶ ταῖς ὁμοφροσύναις τοῦ πλήθους θαρρήσας, τὰ ἡμέτερα καινοτομεῖν ἐβούλετο ὅρια. ζῆλος ἐντεῦθεν τῇ νόσῳ σβεννύμενος ἀνάπτει τὸν αὐτοκράτορα, καὶ ὃς μηδὲν ἐννοήσας τῶν ὅσα μαλακίζειν εἴωθε, μὴ τὴν διπλῆν δαπάνην τοῦ σώματος, μὴ τὸ τῆς ὁδοῦ μῆκος, μὴ τὸ τοῦ πολέμου δύσελπι, μηδ' ἄλλο μηδέν, τῆς πόλεως ἔξεισι καὶ κατὰ τοῦ ἀποστατήσαντος ἔθνους στρατεύεται, καί-ὢ τῶν κριμάτων σου κύριε-λογίζεται, παρατάττεται, ἐλαύνει ἐφ' ἵππου νεκρός. τί γὰρ ἄλλο δεῖ λέγειν; στενοχωρίας καὶ ὀρέων κατατολμᾷ ὁ χειρῶν ἀλλοτρίων δεόμενος πρὸς τὴν κίνησιν, νικᾷ τὸ ἀντίπαλον, ἐπάνεισιν αὖθις ἀπιστούμενος ὅτι ζῇ, ἐπεντρυφᾷ ταῖς τῶν ἑαλωκότων πομπαῖς, λαμπρύνεται τοῖς τροπαίοις τὴν τήμερον, καὶ τὴν αὔριον τοῖς ἐξοδίοις περιστοιχίζεται, ἀπαμφιέννυται τὰ παράσημα τῆς ἀρχῆς, μεταμφιέννυται τὴν ἁλουργίδα τοῦ πνεύματος, τὸ νεκρὸν ἀποβάλλεται τῶν τριχῶν καὶ ἀναίσθητον σταυροῦται τῷ κόσμῳ, ὁπλίζεται τὰ νοητὰ ὅπλα, ζώννυται τὴν μάχαιραν, τῇ περικεφαλαίᾳ σκέπεται, καὶ τροπαιοφόρος ἀναίμακτος πρὸς τὸν οἰκεῖον δεσπότην χωρεῖ. Καὶ ὁ μὲν ἀπῆλθε, τοῖς δὲ τῶν βασιλείων χειροτονηταῖς ἐντεῦθεν ἀμφιδοξία τις ἦν καὶ διχόνοια, ᾧτινι χρὴ τὰ σκῆπτρα Ῥωμαίων ἐπιτραπῆναι. ὁ μὲν γάρ, ὑποπτεύσας τι πρὸς τὸν καίσαρα τὸ ἐσόμενον, ἐδεδίει καὶ λάθρα τι ἐσκέπτετο, ὁ δέ, πολλὰς ἐκείνῳ πόρρωθεν προκαταβαλλόμενος χάριτας, δι' ὃ πάντοτε ἔπραττεν, ἔσπευδε, καὶ τέλος νικᾷ, καὶ τὴν βασίλειον ἀρχὴν περιζώννυται, οὐκ Ἀντίοχος οὐδὲ Σέλευκος, ἄνδρες καὶ πολεμῆσαι δεινότατοι καὶ τὸ δέον φρονῆσαι ὀξύτατοι, ἀλλ' ἀνὴρ χθές τε καὶ πρῴην νῆας ἁρμόττων καὶ συμπηγνύμενος, καὶ πίτταν ἐπεμβάλλων τοῖς γόμφοις καὶ τῆς ἀσβόλης πληρούμενος, οὐκ εἶδος ἔχων τυραννικόν,