ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως ὁ μαθητὴς «γένηται ὡς ὁ διδάσκαλος», μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν <τὸν> Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» ∆ύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν, παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὧν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. Περὶ δὲ τούτων τῶν παλαιῶν καὶ καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ· «Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε· καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν»· ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων τῶν παλαιῶν τὰ παλαιά, τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἣν εἶπεν ἐπαγγελίαν· «Ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς.» 10.16 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ (13, 53[-58]). Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν, τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι ὅτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπι λέγεσθαι οὐκ ἐπὶ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς -ὡς ἐξεδώκαμεν-ὁμοιότησι τὸ καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. Ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον, ἢ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἢ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἢ τὸ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. ∆ιὰ γὰρ τὸ «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», οὐχ οἷόν τε λέγειν τοῖς μαθηταῖς ἅτε οὐκ οὖσι τῶν ἔξω ἐν παραβολαῖς ἐκείναις τὸν σωτῆρα λελαληκέναι. Τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολάς, ἢ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα, ἢ δύο γένη εἶναι παραβολῶν, ἢ μηδ' ὅλως εἶναι παραβολὰς ἃ ὠνομάσαμεν ὁμοιώσεις. Πρόσχες δὲ ὅτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παρα βολὰς ἃς ὅτε ἐτέλεσε, μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ὁ Μᾶρκος δέ φησι· «Καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.» Ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει τὴν πατρίδα αὐτοῦ ἢ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ «Ναζωραῖος κληθή σεται», Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγένηται. Ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἢ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι, πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὅλης <οὔσης> τῆς Ἰουδαίας, ἐν ᾗ ἠτίμωται κατὰ τὸ οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν «Ἰουδαίοις μὲν σκάνδαλον», παρ' οἷς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμέ νον-ἕως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ, - ὄψεται ὅτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις «τῶν διαθηκῶν» τιμᾶται, τοῖς ἔθνεσι. Τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὅτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὥστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὅτι ὑπὲρ γραφὴν ἦν τὰ εἰρημένα. Πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν, οὐ σχιζόμενος ἀπ' αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν. 10.17 Τὸ δὲ τούτῳ πόθεν ἡ σοφία αὕτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ «καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε». Καὶ δυνάμεις