ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ νοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφ' ἃ ἀνέβαινεν. Στίχ. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει. ∆ιδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλ' ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον. Στίχ. θʹ. ∆άκτυλον ἐπιθέντες ἐπὶ στόματι. ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, ∆άκτυλον ἐπι θέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδεί ξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πε ποιηκότος. Στίχ. ιʹ. Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με. Τοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύ μαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβά νει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ιʹ. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφ' οἷς ἔλε γον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη. Στίχ. ιαʹ. Ὅτι ὠτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὥσπερ γέγραπται περὶ τοῦ Μωϋσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύ νασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλ μοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ τῆς διανοίας αὐτοῦ. ∆ιὰ τοῦτο λέγει· Στίχ. ιαʹ. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος, Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω ἀντειπεῖν. 17.93 Στίχ. ιβʹ. ∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυ νάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσω μεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ' ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις. Στίχ. ιεʹ. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς. Στίχ. ιʹ. ∆ίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ∆ιδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κλη θῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατ' αὐτούς. ΚΕΦ. ΛΒʹ. Στίχ. αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ. Ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἁπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπι στομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέ γεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ. Στίχ. ζʹ. ∆ιὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγ γεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδι κοῦντας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μι κρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Στίχ. ιʹ. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός. Στίχ. ιηʹ. Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ, ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὃ πρότερον συνείληφε· τοιοῦ τόν τί μοι νόει γενέσθαι καὶ ἐπὶ τῆς τοῦ φιλομα θοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὃν ἀπαγγελ λόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ' ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμε νον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλ' ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν. Στίχ. ιθʹ. Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. ∆οκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ