οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρευομένους. 14.2 Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἦσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἦν· ἤλεγχε τοὺς ἁμαρ τάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀκούειν τῶν λεγομένων, κατηγόρουν τοῦ προφήτου καὶ κατη γόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἦν ὁ προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· «καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ὁτὲ δέ φησιν, ὁρῶν ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρού μενον· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;» ἔλεγεν «ἄνδρα» οὐ δικάζοντα ἀλλὰ «δικαζόμενον», καὶ οὐ διακρίνοντα ἀλλὰ «διακρινό μενον πάσῃ τῇ γῇ». καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· «οὐκ ὠφέλησα». καὶ ἐπεὶ δανεί ζοντος αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἵνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· «οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὠφείλησα». 14.3 Ἀλλὰ προλαβὼν ταῦτα εἶπον, πρὶν διηγήσωμαι τὸ «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς». δισσὴ γάρ ἐστιν ἡ γραφή· ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις «οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς», ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραϊκοῖς «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς». δεῖ οὖν καὶ τὸ καθη μαξευμένον καὶ φερόμενον ἐν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. ἐκήρυσσε τοίνυν τὸν λόγον, οὐδεὶς προσίετο τὰ λεγόμενα. ὡς καὶ ἰατρὸς προσανήλισκε τὰ φάρμακα, ἀκολάστων ὄντων καὶ τὰς ἰδίας ἐπιθυμίας πληρούντων τῶν καμνόντων. ὡσεὶ καὶ ἐκεῖνος ἔλεγεν· «οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς». τάχα ἀντιπάθειά ἐστι διὰ τὴν φιλανθρωπίαν τοῦ ὠφεληθέντος πρὸς τὸν ὠφελήσαντα, ὥστε γενέσθαι εἰς τὸ ὠφε ληθῆναι καὶ τὸν λέγοντα, ἐπεὶ «μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων». ταύτην οὖν τὴν ὠφέλειαν ὠφεληθείη ἂν διδάσκαλος ἀπὸ ἀκροατῶν προκοπτόντων καὶ βελτιουμένων, ὠφεληθείη ἂν τῷ ἔχειν καρποὺς ἐν αὐτοῖς. <ταύτην οὐκ ἔχων ἀπὸ τῶν Ἰουδαίων Ἱερεμίας φησίν·> «οὐδείς με ὠφέλησεν». εἰ γὰρ καρπὸν μὲν δεῖ ἔχειν ἐν τοῖς ἀκροαταῖς τὸν λέγοντα, ὁ δὲ ἀκροώμενος παρεκδέχοιτο καὶ ἔξω γίνοιτο τῶν λεγομένων, λέγεται τὸ «οὐκ ὠφέλησέ με οὐδὲ εἷς»· ἐπεὶ μὴ ὠφέληται ταύτην τὴν ὠφέλειαν, ἣν ὠφελήθη ἂν ἐκ τοῦ τὸν ἀκροατὴν ὠφε ληθέντα αἴτιον προκοπῆς καὶ μακαριότητος γενέσθαι τῷ ὠφελήσαντι. καὶ ἄλλως δὲ πᾶς ὁ διδάσκων κατ' αὐτὸ τὸ διδάσκειν, ὅσῳ συνετώ τερός ἐστιν ὁ μανθάνων, ὠφελεῖται εἰς ἃ διδάσκει, εἰς ἃ μανθάνει. καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν λεγομένων. «οὔτ'« οὖν «ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδὲ εἷς». 14.4 Ἐπεὶ δὲ καὶ ἄλλη διήγησις ἀναγκαία διὰ τὰ ἀντίγραφα τὰ ἀκριβέστερα οὕτως ἔχοντα· «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς», διηγησόμεθα καὶ οὕτως ἔχον τὸ ῥητόν. ὁ μὲν «πᾶσιν ἀποδιδοὺς τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν τιμήν» καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας <γονεῖς> ὡς γονεῖς, <ὡς> εἰπεῖν, ἀδελφοὺς ὡς ἀδελφούς, υἱοὺς ὡς υἱούς, ἐπι σκόπους ὡς ἐπισκόπους, πρεσβυτέρους ὡς πρεσβυτέρους, διακόνους ὡς διακόνους, πιστοὺς ὡς πιστούς, κατηχουμένους ὡς κατηχουμένους, εἰ πάντα ἀποδίδωσι τὰ καθήκοντα, οὐκ ὠφείλησεν. εἰ δὲ ὀφείλει μὲν ποιῆσαι καθῆκον, οὐ πεποίηκε δέ, οὐ δύναται λέγειν· «οὐκ ὠφεί λησα»· ὀφείλων γὰρ οὐκ ἀποδέδωκε. πῶς οὖν διηγήσομαι καὶ τὸ «οὐδὲ ὠφείλησέ μοι οὐδείς»; ἐγὼ μὲν ἐδάνειζον καὶ διδόναι ἐβου λόμην τὰ