11
κατὰ ψυχὴν σωφροσύνης ἐπιτελούμενον, ἰσοκρατῶς ἐχόντων κ...στασίαν πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς κατὰ τὴν σύνθεσιν τοῦ θυμιάματος. Παρακαλεῖ δὲ καὶ νουμηνίαν ποιεῖν αἰωνίοις πρέπουσαν ἔτεσι, καὶ τὴν διὰ μετανοίας πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτήν. Νουμηνία γὰρ ἡ ἀρχὴ τοῦ ἐν φωτὶ βίου ἐκλειφθέντος τῇ πρὸς τὸ χεῖρον τροπῇ. Ἡ πρὸς αὐτὸ ἐπάνοδος, ἑορτή. Βούλεται δὲ καὶ Σάββατον τὴν τῶν κακῶν ἀργίαν νοεῖν. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, κλητὴν ἐξέδωκαν οἱ λοιποί· ὡς μὴ μίαν σημαίνεσθαι, πᾶσαν δὲ τὴν ἐν τῷ νόμῳ καλουμένην κλητὴν, οἷα ἡ πρώτη ἑβδόμη τῶν Ἀζύμων, καὶ τῆς Πεντηκοστῆς, καὶ ἡ δεκάτη τοῦ μηνὸς, καὶ πᾶσαι ἁπλῶς ἐπίσημοι ἑορταί. Καὶ νηστείαν δὲ βούλεται τὴν χωρὶς ἐπιδείξεως δουλαγωγοῦσαν τὸ φρόνημα τῆς σαρκὸς, ὅπερ οὐ διὰ πλησμονῆς βρωμάτων γίνεται, ἀλλὰ καὶ δι' ἀναστροφῆς ἀγαθῆς καὶ συνουσίας τῶν ὠφελούντων. Οὐδὲ τὴν ἀποχὴν δὲ τῶν βρωμάτων ἐπιτείνειν χρεὼν, ὥστε λυθῆναι τὸν τόνον τοῦ σώματος, καὶ περιέλκειν εἰς ἀπροσεξίαν τὸν νοῦν. Παρ 1849 όντος δὲ τοῦ νυμφίου μὴ νηστεύειν ἐκελεύσθημεν τὴν ἐκ τοῦ λόγου νηστείαν. ιʹκʹ. 9Λούσασθε· καθαροὶ γένεσθε. Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν9, κ.τ.λ. Ἀκολούθως προτρέπεται τῆς ἐθελοθρησκείας τῆς κατὰ τὸν σωματικὸν νόμον μεταστάντας, τῆς Καινῆς ὑπηκόους ∆ιαθήκης γενέσθαι. ∆ιὸ καὶ τὰ ταύτης εἰσάγει μυστήρια, μονονουχὶ τὸ ἐν Εὐαγγελίοις βοῶν· "Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Καὶ τό· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Πῶς δὲ ὡς ἀνίατα ἡμαρτηκότων εἰπών· "Ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι·" νῦν ὡς ἰᾶσθαι διὰ τοῦ λουτροῦ δυνάμενος διαλέγεται; Ὅτι τὸ ἀδύνατον τοῦ νόμου Χριστὸς ἐλθὼν ἀνεπλήρωσεν, οὐκ ἐφ' ἑκάστῳ καθαίρων μολύσματι ῥύπου σωματικοῦ, οὐδὲ πλύνειν κελεύων ἱμάτιον, ἐν δὲ βαπτίσματι τὰς ἡμετέρας ἀποκαθαίρων ψυχὰς, καὶ ἐποικοδομεῖν τῷ βαπτίσματι τὰς ἀρετὰς προτρεπόμενος. Ἡ μὲν γὰρ τοῦ λουτροῦ κάθαρσις, φιλανθρωπίας ἐστὶ Θεοῦ. Ἡ δὲ τῆς τῶν κακῶν ἕξεως ἀπόθεσις, ἔργον ἡμέτερον, βοηθοῦντος κἀνταῦθα Θεοῦ, καὶ τοὺς ἐθέλοντας ὁδηγοῦντος πρὸς ἀρετήν. Οὐ δεῖ γὰρ ἀπρακτεῖν τῇ τοῦ βαπτίσματος ἐπανέχοντας χάριτι. Λοῦτρον μὲν γὰρ καθαίρει· ἀρεταὶ δὲ φαιδρύνουσιν. Ἀπέναντι δὲ τῶν ὀφθαλμῶν μου, φησὶν, ἐπειδὴ τοῖς ἀνθρώποις δυνατὸν ἐπιπλάστως καὶ καθ' ὑπόκρισιν δοκεῖν ἠμᾶς ἀγαθούς· Θεὸς τὰς καρδίας ἐμβατεύων, καὶ τὰ κρυπτὰ τῆς διανοίας ὁρᾷ· ἤγουν ὡς μηδεμιᾶς πράξεως καθηκόντως ἀνυομένης, εἰ μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας ἐπιτελῆται. ∆εῖ οὖν λογισμοὺς καθαίρειν, οὐ μόνον κακίας ἀποκόπτειν ἐνέργειαν, ὃ τῆς τελείας ἀγάπης ἐστί. Κατὰ γὰρ Παῦλον, "Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν." Καὶ τοῦτο ὄντως ἐστὶ τὸ, Βαπτισθῆναι Πνεύματι ἁγίῳ, καὶ πυρὶ πάντα ῥύπον συντῆξαι. Παραγγέλλει δέ που καὶ λόγιον, "Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν." Φησὶ δὲ, Μάθετε καλὸν ποιεῖν. Οὐ γὰρ σαφὴς ὁ ἠθικὸς λόγος. ∆ικαίως γὰρ, φησὶ, τὸ δίκαιον διώξεις, δεῖν ὡς ἡμᾶς μετάγων περὶ δικαιοσύνης λόγον τὴν δικαίαν πρᾶξιν ἐπιτελεῖν. Ἐκζητήσατε κρίσιν. Ἢ τὸ φροντίζειν ἀεὶ καὶ μεριμνᾷν τοῦ Χριστοῦ τὸ κριτήριον (ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ) καὶ τὸ τοῦτο μελετᾷν ἀπείργει κακίας, καὶ προτρέπει πρὸς ἀρετήν. Ἢ τὸ δεῖν ἕκαστα κεκριμένως ποιεῖν. "Μετὰ βουλῆς γὰρ, φησὶ, πάντα ποίει." Καὶ, "Λογι 1852 σμοὶ δικαίων κρίματα." ∆ιττὴ δὲ ἡ ἀδικία· εἰς ψυχικὰ, καὶ σωματικά. Καὶ μείζων ἡ πρώτη, καὶ ταύτης μεῖζον τὸ κώλυμα. "Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, κατ' ἀρετήν τε καὶ δόγματα." Καὶ δεῖ τούτοις βοηθεῖν τὴν ἀπάτην ἐλέγχοντας. "Ῥύσαι γὰρ, φησὶν, ἀγομένους εἰς θάνατον, καὶ ἐκ πρίω κτεινομένους, μὴ φείσῃ." ∆εῖ δὲ καὶ τὴν σωματικὴν ἀδικίαν ἀπείργειν ὅση τις δύναμις. Κρίνατε ὀρφανῷ. Καὶ πατρὸς γὰρ ἔρημος, καὶ βοηθεῖν ἑαυτῷ διὰ τὴν ἡλικίαν ἀδυνατεῖ. Εἰ δὲ καὶ τῶν πεπιστευκότων Πατὴρ ὁ Θεὸς, ἐάν τις