αὐτὸν σέβειν καὶ τιμᾶν τὰς ἁγίας εἰκόνας καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ' οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγενομένου καὶ τοῦ πατριάρχου αὐτὸν ὀνειδίσαντος, ἤγαγε τὸν ἀρχιεπίσκοπον μετὰ παρακλήσεως. τοῦ δὲ ἀνάξιον ἑαυτὸν δι' ἃ πέπονθε τῆς ἱερωσύνης κρίναντος, ὁ βασιλεὺς οἰκονόμον αὐτὸν τῆς μεγάλης ἐκκλησίας πεποίηκεν. καὶ Ἀλέξιον τοῦ δεσμωτηρίου ἐκβαλὼν ἀπέδωκεν πᾶσαν αὐτοῦ τὴν 632 ὕπαρξιν καὶ ἐν τιμῇ εἶχεν. ὁ δὲ ἀποκαρεὶς τὴν Ἀνθεμίου μονὴν ᾠκοδόμησεν, καὶ ἐν αὐτῇ τελειωθεὶς ἐτάφη ὁσίως. 10. Τῷ εʹ αὐτοῦ ἔτει ὁ ὀνομαστότατος πάσης ἀνατολῆς στρατηγὸς Μανουὴλ μεγάλως ἦν τιμώμενος παρὰ τῷ βασιλεῖ, καί ποτε μετὰ Μύρωνος τοῦ λογοθέτου τοῦ δρόμου καὶ πενθεροῦ τοῦ Πετρωνᾶ συμβαλὼν λόγους τινὰς διεβλήθη τῷ βασιλεῖ ὡς τῆς βασιλείας ὀρέγεται, καὶ ἐμελετᾶτο δεινὰ κατ' αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος τοῦ Μανουὴλ φροντίζων καὶ προϊστάμενος διεβεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευδῆ εἰσὶ τὰ κατ' αὐτοῦ λεγόμενα. ἃ μαθὼν Μανουὴλ καὶ τὴν ὀργὴν τοῦ βασιλέως ἐκκλίνων καὶ τὰς διαβολάς, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι Πυλῶν καὶ τοῖς δημίοις ὀχήμασιν ἐπιβὰς ἀπῆλθε φυγὰς μέχρι τῶν κλεισουρῶν Συρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων. ἐδήλωσε δὲ τοῖς Ἀγαρηνοῖς ὡς βασιλέως ὀργὴν φεύγω· καὶ εἴ γε μὴ καταναγκάσητέ με τὴν πίστιν μου καταλιπεῖν, προσφεύγω ὑμῖν. εἰ οὕτω καὶ ἐπὶ τούτοις προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε. οἱ δὲ μετὰ χαρᾶς λόγον ἀποστείλαντες προσεδέξαντο ὡς βασιλέα Ῥωμαίων. τοῦτο ἀκούσας ὁ βασιλεὺς ἐν πολλῇ θλίψει καὶ ἀθυμίᾳ γέγονε, καὶ βουλὴν βουλεύεται καὶ ποιεῖται μετὰ Ἰωάννου συγκέλλου περὶ τούτου. ὁ δὲ εἶπεν "εἰ προθύμως βούλει τὸν Μανουὴλ πρὸς σὲ ἐλθεῖν, ὦ βασιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιεῖν. χρήματα λαβὼν καὶ πρὸς τὸν ἀμερμουμνὴν σταλείς, τοὺς ἐν εἱρκταῖς δῆθεν ἐπισκεψόμενος καὶ δεσμοῖς, ἔχων ἐνυπόγραφον λόγον παρὰ 633 τῆς σῆς βασιλείας, δι' ὧν πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθεῖν, δοκῶ τοῦτο πρᾶξαι τῷ τε ἐνυπογράφῳ λόγῳ καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ εὐσεβείᾳ ἐκείνου καὶ τῷ εἰκὸς εἶναι τὴν πατρίδα αὐτοῦ ἐρᾶν." ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα δοὺς αὐτῷ ἀπέστειλεν. ὁ δὲ εἰσελθὼν καὶ τοὺς ἐν δεσμοῖς ῥογεύσας καὶ τὸν πρωτοσύμβουλον θηρασάμενος ἠδυνήθη καὶ λάθρα τῷ Μανουὴλ συντυχεῖν καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. ὁ μὲν οὖν ταῦτα πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ πάντα. ὁ δὲ Μανουὴλ ἐξαιτησάμενος τὸν ἀμερμουμνῆν μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων τῶν καθειργμένων ἐν φυλακαῖς, πίστιν αὐτῷ δοὺς ὑπὲρ τούτων ὡς οὐ φεύξονται, εἴπερ ἐξέλθωσιν, ἀλλὰ πολεμήσουσιν ἰσχυρῶς, ἔτυχε τῆς αἰτήσεως, καὶ λαβὼν τὸν τοῦ ἀμερμουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἐξῆλθε κατὰ Περσῶν, καὶ νίκην μεγάλην ποιήσας, ἀλλὰ καὶ θηρῶν ἀτιθάσσων τοὺς Ἀγαρηνοὺς λυμαινομένων τούτους ἐλευθερώσας, ἐν μείζονι μᾶλλον τότε τιμῇ ἢ τὸ πρότερον καθίσταται, καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερμουμνῇ δυνάμενος. ὅθεν φροντίδα πολλὴν ἔχων τοῦ ἐξελθεῖν εἰς Ῥωμανίαν, μετὰ καιρόν τινα εἶπεν πρὸς τοὺς δυνάστας Συρίας ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερμουμνῆ παρέξητε καὶ λαὸν καὶ ἐξέλθω, ὑποτάξαι ἔχω τὴν Ῥωμανίαν. οἱ δὲ τὸν ἀμερμουμνῆν εἰπόντες τοῦτον ἀπέστειλαν. ὁ δὲ Μανουὴλ ἐλθὼν πλησίον τῶν θεμάτων τῆς ἀνατολῆς, καὶ προσκαλεσάμενος τοὺς ὑπο 634 χειρίους αὐτῷ, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ ἀμερμουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος καὶ περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερμουμνῆ καὶ καταφιλήσας εἶπεν "ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα καὶ τὰ ἴδια, μηδὲν ἐν τῷ βίῳ προτιμήσας πίστεως καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύων παρ' ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς." καὶ οὗτος μὲν μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν, ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτοῖς τὸν μηνύσοντα. ὁ δὲ βασιλεὺς τὸν μηνυτὴν φιλοτιμησάμενος αὐτάρκως, καὶ τὸν Μανουὴλ ὡς ἄξιον ἦν ὑποδεξάμενος, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν