τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
Jο 12,27-28 Ἐνταῦθα πολὺ τὸ ἀνθρώπινον δείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν δεικνύς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. ἵνα γὰρ μὴ εἴπωσί τινες, ὅτι εὐκόλως παρῄνει θανάτου καταφρονεῖν αὐτὸς ἔξω κινδύνων ὢν δείκνυ σιν, ὅτι καὶ αὐτὸς ἀγωνιῶν ταῦτα ἔλεγεν οἰκονομικῶς ὡς ἄνθρωπος ταραχθεὶς καὶ ζητῶν ἀπαλλαγῆναι, εἰ μὴ ἦν χρήσιμον. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. κἂν ταράττωμαι νῦν δεδιὼς τὸν θάνατον, οὐ λέγω ὥστε φυγεῖν αὐτόν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν· οὐ γὰρ λέγω ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ δόξασόν σου τὸ ὄνομα, τοῦτ' ἔστιν ἄγε νῦν ἐπὶ τὸν σταυρόν. ταῦτα δέ φησιν εἰς ἀνδρείας ὑπογραμμὸν
παρεισάγων ἡμᾶς. 84 Jο 12,28-30 ∆ιάλεξις μὲν ἐν φωνῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν, ὅτι καὶ φωνῆς ἐπέκεινα τὸ θεῖον, εἰς δὲ ἀνθρώπων ἀκοὰς ἦχος ἐξ οὐρανοῦ πέμπεται ἐκ προσώπου τοῦ πατρικοῦ πρὸς τὸν υἱόν, ἵνα οἱ ἀκούσαντες μειζόνως ἐνθυμηθῶσιν Χριστὸν καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ θεότητα γνωρίσωσιν. οὔτε δὲ πατρὶ προσγίνεται δόξα ὡσαύτως ἀεὶ ἔχοντι, πλὴν ὅσον εἰς τὴν τῶν ἀνθρώπων ἐπίγνωσιν ἐκλάμπει καὶ γνωρίζεται, οὔτε τὸν υἱὸν ἐξ ἀδοξίας δοξάζεσθαι λογιστέον, πλὴν ὅσον ἐν ὀφθαλμοῖς ἀνθρώπων κατὰ τὴν σάρκα ὁ πρότερον ἀφανὴς ἐπιφανὴς καθίσταται. οὐκ ἔλαβε δὲ τὰς τῶν παρόντων ἀκοὰς ἡ φωνή, ἀλλὰ τὸ ὅπως γέγονεν ἕτερος δοξάζει· δόγμα γὰρ ἦν παρ' αὐτοῖς ἐκ πατέρων τὸ μὴ φέρεσθαι φωνὰς ἀκουστὰς ἐκ θεοῦ στόματος, ἐπεὶ καὶ Μωυσῆς καὶ οἱ λοιποὶ πάντες, ὅσοι περὶ θεοῦ λόγων εἰρήκασιν ἀκουσθέντων, ἀνθρώποις ἐσημειώσαντο καὶ τὸν τῆς ὁμιλίας τρόπον ἀγγέλου εἶναι εἰπόντες· εἰ δὴ καὶ ἡμεῖς ἄγγελον θήσομεν εἶναι τὸν ἐξενεγκόντα τὴν φωνήν, ἔχει καλῶς πρὸς τὸ ἀνθρώπινον πρόσωπον ἄνωθεν ἀκουσθῆναι δι' ἀγγέλου τὴν πατρῴαν φωνήν. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι' ἐμὲ γέγονεν ἡ φωνὴ αὕτη· καὶ γὰρ οὐδὲν ἐδεῖτο ὁ εἰδὼς τὸν πατέρα καὶ τὰ τοῦ πατρός. οὐ τοίνυν ἐᾷ τι μικρὸν περὶ αὐτοῦ νομίζειν οὐδὲ οἷον ἐπὶ προφητῶν πρὸς τὸ γνῶναι τίς εἴη παρὰ θεῷ. ὅρα δὲ μὴ ταὐτόν ἐστι τὸ δόξασόν σου τὸ ὄνομα ὡς ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα ὄντα ὡς λόγον θεοῦ. οὕτω καὶ ὄνομα τοῦ πατρός, ἀλλ' ὄνομα οὐ τὸ ἐκ συλλαβῶν οὐδὲ σημαινόμενον ἐν φωναῖς, ἀλλὰ τὸ τὴν ἰδιότητα ἐμφαῖνον τοῦ πατρός. κατὰ τοῦτο ἔστι νοῆσαι ὄνομα θεοῦ καὶ τὸ τῷ ψαλμωδῷ εἰρημένον· "διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου" · ἐπεὶ πῶς ἐστιν ἄλλως διήγησις ὀνόματι [νοῆσαι] τοῦ θεοῦ; 85 Jο 12,34 Ἄγνοιαν δὲ αὐτῶν ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ἐπιδεικνύουσιν· τὸ μὲν γὰρ εἰς αἰῶνα μένειν τὸν Χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασιν φωνῶν, τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. 86 Jο 12, 36 Οὐκ ἐν μέσοις ἀναστρεφόμενος οὐδὲ μεταξὺ διαλεγόμενος κατασχεθῆναι βούλεται, ἀλλ' ὑποχωρῶν καὶ συσκιάζων ἑαυτόν· ἐν τούτῳ γὰρ ἤλεγχε μὲν τοῦ προδότου τὴν πονηρίαν ἐπὶ μισθώσει διδασκάλου μισθοφοροῦντος, ἐφύλαττε δὲ αὐτοῦ τὸ πρᾷον καὶ παντελῶς ἀφεστηκὸς θρασύτητος, ἄχρι τοσούτου παριὼν εἰς μέσον ἄχρι τοῦ διαμαρτυρῆσαι τὴν ἀλήθειαν· οὐ γὰρ ὀργῆς τόλμημα κατὰ τοῦ σωτῆρος ἔργον αὐτῶν ἔδει γενέσθαι, ἀλλὰ κακίας βούλευμα· ἔλαττον γὰρ εἰς κατάκρισιν ἅπαν τὸ ἐξ ὀργῆς τολμώμενον, ἄκρον δὲ ἐν κακίᾳ τὸ μετὰ βουλῆς πονηρεύεσθαι. 87 Jο 12,40 Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ θεοῦ μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ
ἀντικειμένης δυνάμεως. 89 Jο 12,44-45 ∆ηλονότι πρὸ τῆς ἀρτίως δεδηλωμένης
12