Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ τοῦ κακοῦ προοδοῦ γίνεται τῷ ἀγαθῷ. τὸ μέντοι γε εὐάρεστον τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, τὸ τέλειον, τὸ τοὺς ἀνθρώπους ἐξομοιοῦν αὐτῷ· ἔσεσθε γὰρ τέλειοι, φησίν, ὑμεῖς ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. κακὸν τὸ φθονεῖν φίλῳ καὶ μισεῖν τὸν οὐδὲν ἀδικοῦντα, τὸ δὲ μισεῖν ἐχθρὸν οὐ κακόν. ἀπείχοντο τοῦ κακοῦ μόνον οἱ μὴ τέλειοι, ἡμῖν καὶ τὸ ἀγαθὸν ἀσκητέον εἰς τελείωσιν, τὸ πάντας ἀνθρώπους ἀγαπᾶν. προάγων τε ἡμᾶς εἰς τὴν τοιαύτην ἕξιν ὁ κύριος ὑφαιρεῖ τὰ δυσμενείας αἴτια πάντα, ἵνα τὴν θείαν πρὸς πάντας ἀνθρώ πους ἀγάπην ἐνθῇ. οἶδεν τὴν περὶ χρήματα σπουδὴν ἐρεθίζουσαν κατὰ τῶν ἀδικούντων, εἰς χρήματα φθόνους ἐγείρουσαν, καὶ τὰς ἐκ τούτων ἀπεχθείας ἀνθρώποις πρὸς ἀλλήλους ἐργαζομένην, καὶ ἀπεῖπεν κτῆσιν χρημάτων μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· οὕτω γάρ, φησίν, οὐκ ὀργιεῖσθε ζημιούμενοι, οὐ φθονήσεσθε, καὶ τοῖς φθονοῦσι δι' ἀπεχθείας ἔσεσθε, ἁπλοῦν καὶ ἄκακον τὸν νοῦν ἕξετε καὶ πάντων ἀγαπητικόν.

Rom 12,3 Κολάζων τὴν ὑπερηφανίαν ὡς ἔκστασιν φρενῶν ἀντέθηκε ταύτῃ τὸ σωφρονεῖν, ὅτι οὐκ ἂν ἐπαίροιτό τις αἰσθόμενος ἑαυτοῦ σωφρονῶν.

Rom 12,6 Ἔχει τις, φησίν, ἐν ὑμῖν προφητείαν, χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν- ἔθετο γάρ, φησίν, ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον δὲ προφήτας-, οὕτω 77 φρονείτω κατὰ τὴν προφητείαν, εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα γινώσκων ἐν τάξει καταδεεστέρᾳ, οἷον αἱ χεῖρες ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω- δεύ τερον γὰρ προφήτας, τρίτον δὲ διδασκάλους -τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ διδάσκαλοι ὥσπερ ὦτα ἀκούοντες καὶ συνιέντες τὰ τοῖς ὀφθαλμοῖς τοῖς βλέπουσιν ὁρώμενα καὶ δηλού μενα· βλέποντες γὰρ οἱ προφῆται, παρακαλεῖν τις τοὺς ἤδη δεδιδαγμένους ἐν ὑπουργίᾳ διδασκάλων τετάχθω. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπι συνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα, μεταδόσεις δαψιλεῖς, προστασίας σπουδαίας· ἔλεον φιλανθρώπινον ἐπήγαγε γὰρ ὁ ἐλεῶν ἐν ἱλαρότητι.

Rom 12,8-9 Εἰπὼν τὰ πνευματικὰ ἐπισυνάπτει καὶ τὰ περὶ σῶμα, ἐν ἁπλότητι μὲν τὴν μετάδοσιν ὁριζόμενος καὶ ὡς ταὐτὸν τῇ μεταδόσει τὴν ἁπλότητα τιθείς. ἐν ἁπλότητι γάρ, φησίν, ὁ μεταδιδούς, ὡς εἰ ἔλεγεν, ὁ μεταδιδοὺς ἐν τῇ μεταδόσει, καθὰ καὶ περὶ τῆς διακονίας ὁ διακονῶν ἐν τῇ διακονίᾳ. ἁπλότης δὲ ἡ δαψίλεια παρὰ τῶν ἀποστόλων καλεῖται ἐκ τῆς ἡπλωμένης χειρός, ὡς ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους· ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν. ὡσαύτως δὲ καὶ τὴν προστασίαν σπουδὴν εἶναι ὁρίζεται καὶ τὸν ἔλεον ἱλαρότητα, διαστήσας αὐτὸν τῆς μεταδόσεως. ἡ μὲν γάρ ἐστι πρὸς ἁγίους κοινωνίας ἕνεκεν· ἐπὶ τῇ ἁπλότητι γάρ, φησί, τῆς κοινωνίας εἰς αὐτούς, εἰς τοὺς ἁγίους λέγων. διὸ καὶ δαψιλὴς ἡ δόσις ὡς θεῷ προσφορὰ καὶ Χριστῷ διακονία καὶ φιλοποιὸς κοινωνία· ποιήσατε γάρ, φησί, φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας καὶ τὰ ἑξῆς. ὁ δὲ ἔλεος πρὸς τοὺς οἰκτροὺς ἐνδείας ἕνεκα ὁποῖοί τινες ἂν ὦσιν· παντὶ γάρ, φησί, τῷ αἰτοῦντί σε δίδου ἕνεκα φιλανθρωπίας. ἱλαρότητος δὲ τῷ ἐλέῳ δεῖ, ἐπεὶ πρὸς ἐλάττους γίνεται, ὡς μὴ ἐξ ὑπεροψίας διδόντες λυποίημεν, ἀλλ' ἐκ φιλανθρωπίας εὐφραίνοιμεν. εἰ δὲ καὶ περὶ σωματικὰ τὴν ἀνάπαυσιν αἱ μεταδόσεις καὶ προστασίαι καὶ ἐλεημοσύναι φέρουσιν, ἀλλ' οὖν χαρίσματά εἰσιν ἐν δυνάμει πνεύματος ἐπιτελούμεναι, ἐν τάξει ποδῶν τῷ ἁγίῳ σώματι συνάπτουσαι τοὺς τὰ τοιαῦτα διακονοῦντας. καὶ γὰρ οὐ μόνον εἴ τις λαλεῖ, ὡς λόγια 78 θεοῦ, φησὶν ὁ Πέτρος, ἀλλὰ καὶ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· διακονίαν δὲ τῆς λειτουργίας τῆς ἀναπληρούσης τὰ

12