ἐστρατεύσατο πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βουλὴν κατέλεξεν ἀνδρῶν θʹ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΠΟΛΙΤΙΚΩΝ.] 25. Ὅτι Μύρων ὁ Σικυωνίων βασιλεύς, ἀπὸ Ὀρθαγόρου κατάγων τὸ γένος, ἦν περί τε τὰ ἄλλα καὶ περὶ τὰς γυναῖκας ἀκόλαστος· ἃς οὐ λάθρα μόνον, ἀλλὰ καὶ φανερῶς βιασάμενος ᾔσχυνεν· τελευτῶν δὲ καὶ τὴν Ἰσοδήμου τοῦ ἀδελφοῦ γυναῖκα ἐμοίχευσεν. ὁ δὲ ᾐσθημένος πρότερον μὲν ἡσύχαζεν, ἐλθόντι δὲ ἐκ Λιβύης τῷ ἑτέρῳ ἀδελφῷ ἔφρασεν ἀδημονῶν. ἦν δ', ὥς φασιν, αὐτὸς μὲν ἁπλοῦς τὸ ἦθος καὶ ἄκακος, ὁ δὲ Κλεισθένης δόλιος. καί ποτε πυνθανομένου τί χρὴ ποιεῖν, αὐτὸς μὲν εἶπεν οὐδ' ἂν μίαν ἡμέραν ἀνασχέσθαι τοιαῦτα παθών, ἀλλὰ δι' αὐτοχειρίας ἂν τὸν δράσαντα τιμωρήσασθαι. ἔλεγε δὲ ταῦτα καὶ παρώξυνε τὸν Ἰσόδημον ἐπὶ τὸν Μύρωνα ἐπιβουλεύων τῇ τυραννίδι, τοῦ μὲν ἀποθανόντος, τοῦ δὲ θύειν τοῖς θεοῖς οὐκ ἂν ἔτι δυναμένου διὰ τὸ αἷμα τοῦ ἀδελφοῦ. ὅπερ ἐδήλωσεν. ὡς γὰρ ὁ Ἰσόδημος ἔκτεινε τὸν Μύρωνα ζʹ ἔτη τυραννεύσαντα εὑρὼν ἐπὶ τῇ γυναικί, καὶ πρὸς τὸν Κλεισθένη ἔφρασε μέγα στενάξας, ἐκεῖνος συνάχθεσθαι ἀμφοτέροις ἔφη, τῷ μὲν ἀποθανόντι, ὅτι ὑπὸ τἀδελφοῦ πάθοι ταῦτα, ἐκείνῳ δ' αὖ, ὅτι τὸν ἀδελφὸν κτείνας οὐκ ἂν ἔτι δύναιτο τοῖς θεοῖς θύειν, ἀλλὰ δεῖν ἕτερον τοῦτο ποιεῖν. ὁ δ' ἵνα μὴ τῆς ἀρχῆς διὰ τοῦτ' ἐκπέσοι, πεισθεὶς ἀληθῆ λέγειν αὐτόν, ἐνιαυτὸν 23 διαλιπὼν προσείλετο κοινωνόν. καὶ ὁ μὲν τοῦθ' ὅπερ ἐτέχναζεν κατειργάσατο διὰ τὴν εὐήθειαν ἐκείνου, καὶ ἀμφότεροι Σικυῶνος ἦρχον. πολὺ μέντοι μᾶλλον Κλεισθένει προσεῖχον οἱ ἄνθρωποι ἅτε φοβερῷ ὄντι καὶ δραστηρίῳ, καὶ οἱ ἐκείνου φίλοι τούτῳ προσεχώρουν. τελευτῶν δὲ καὶ τῆς ἀρχῆς τὸν Ἰσόδημον ἀπεστέρησεν τοιόνδε τι τεχνάσας. ἦν τις Χαιρέδημος, ἀνὴρ τῶν ἀστῶν Ἰσοδήμου φίλος. οὗτος ὁρῶν τὸν Κλεισθένη ἐργασιμώτερον, προσιὼν περὶ φιλίας διελέγετο. πολλὰ δὲ ὑπισχνουμένου, Κλεισθένης ἐκέλευσεν αὐτὸν εἰς πίστιν ὧν φησι παρελθόντα Ἰσοδήμῳ παραινεῖν ἀπενιαυτίσαι διὰ τὸν φόνον, ὅπερ ἔθος ἦν ποιεῖν, ὡς καὶ θύειν αὐτῷ καὶ τὰ ἱερὰ ἐξέσται κεκαθαρμένῳ καὶ τοῖς ἐκείνου παισὶν ἄρχειν· εἰ δὲ μή, ἔνοχον ὄντα χαλεπῶς μὲν αὐτὸν ἐμμενεῖν τῇ τυραννίδι, χαλεπῶς δὲ ἐγγόνοις λείψειν. ταῦτα λέγοντα ὁ Χαιρέδημος ἐδέξατο, καὶ τῷ Ἰσοδήμῳ συνεβούλευε μεταστῆναι ἐπ' ἐνιαυτόν. ὁ δὲ οἷα ἀνὴρ ἄκακος πεισθεὶς ἐπ' εὐνοίᾳ λέγειν αὐτόν. ἀπεχώρησεν εἰς Κόρινθον, παραδοὺς Κλεισθένει τὴν τυραννίδα. ὁ δὲ παραχρῆμα ἐξελθόντος διέβαλλεν ὡς μετὰ τῶν Κυψελιδῶν οἱ ἐπιβουλεύοντα, ὅπως ἂν μόνος ἄρχοι. καὶ διὰ τοῦτο στρατὸν ὁπλίσας ἐξεῖργε κατιόντα, καὶ αὐτὸς ἐτυράννει βιαιότατος ὢν τῶν πρὸ αὐτοῦ καὶ ὠμότατος, καὶ βοηθείας πολλοῖς ἐκπέμπων, ὡς ἂν ἔχοι συμμάχους. κατασχὼν δὲ τὴν ἀρχὴν ἓν καὶ λʹ ἔτη ἐτελεύτησεν. 26. Ὅτι ἐν τῇ Ἀσίᾳ τελευτήσαντος τοῦ Μήδων βασιλέως ἐκδέχεται τὴν ἀρχὴν Ἀστυάγης ὁ παῖς, ὅντινα μετὰ Ἀρβάκην λόγος ἔχει γενναιότατον γεγονέναι. ἐπὶ τούτου βασιλεύοντος ἡ μεγάλη γίνεται μεταβολή, καθ' ἣν εἰς Πέρσας ἐκ Μήδων περιῆλθεν ἡ ἀρχή, δι' αἰτίαν τοιάνδε. νόμος ἐγένετο ἐν Μήδοις, ὅστις πένης τροφῆς ἕνεκα προσίῃ ἀνδρὶ εὐπόρῳ ἑαυτὸν διδοὺς ὅπως τρέφοιτό τε καὶ ἀμπέχοιτο, ἴσα καὶ δοῦλον νομίζεσθαι ἐκείνου· ἢν δὲ μὴ παρέχῃ ταῦτα ὁ λαβών, ἐξεῖναι παρ' ἄλλον ἀποχωρεῖν. προσέρχεται δή τις μειρακίσκος, ὄνομα Κῦρος, Μάρδος γένος, θεράποντι 24 βασιλείῳ, ὃς ἦν ἐπὶ τοῖς καλλύνουσι τὰ βασίλεια. ἦν δὲ ὁ Κῦρος τοῦ Ἀτραδάτου παῖς, ὅστις ἐλῄστευεν ὑπὸ πενίας· ἡ δὲ γυνὴ αὐτοῦ, Ἀργόστη ὄνομα, ἡ Κύρου μήτηρ, αἰπολοῦσα ἔζη. ἐκδίδωσιν οὖν αὑτὸν ὁ Κῦρος ἐπὶ τῷ τρέφεσθαι τῷ ἀνδρί, καὶ ἐκάλλυνε τὰ βασίλεια, καὶ ἦν ἐπιμελητής. βελτίω οὖν αὐτῷ στολὴν ὁ ἐπιστάτης δίδωσι, καὶ ἐκ τῶν ἔξω εἰσήγαγεν εἰς τοὺς ἔσω καλλύνοντας παρὰ βασιλεῖ, καὶ τῷ τούτων ἐπιστάτῃ συνίστησι. χαλεπὸς δ' ἦν οὗτος καὶ ἐμαστίγου πολλάκις Κῦρον· καὶ ὃς ἀφίσταται παρὰ τὸν λυχνοφόρον· κἀκεῖνος αὐτὸν ἠγάπα, καὶ προσάγεται πλησίον βασιλέως, ἵν' ἐν τοῖς λυχνοφοροῦσιν αὐτῷ εἴη. εὐδοκιμῶν δὲ καὶ ἐν τούτοις μετῆλθε παρὰ Ἀρτεμβάρην, ὅστις τῶν οἰνοχόων