ἐὰν προσ τρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· "οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον". ἀλλ' ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννο εῖν τοῦ πάσης κακίας καὶ πάθους ἀνωτέρου· πίστιν γὰρ θέλει δικαιοῦ σαν τὸν ἄνθρωπον, οὐ τὸν ἐν γράμμασιν νόμον τὸν τὰς δι' αἱμάτων θυσίας ἐπιτάττοντα, ὅπερ σαφηνίζων ἐπάγει καὶ "ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα· ἔλεος" γάρ ἐστιν ὁ εὐαγγελικὸς λόγος. διὸ ἐκ πίστεως δικαιούμεθα δωρεὰν ἄνευ ἔργων νόμου. καλεῖ δὲ οὐ τοὺς ἐγγὺς ὄντας, ἀλλὰ τοὺς μακρὰν ἀφεστηκότας. 106 Mt 9, 14-17 Οἱ Φαρισαῖοι ἐοικότες δὲ ἱματίῳ κατερρωγότι ἢ ἀσκῷ παλαιῷ οὐ δύνανται τὴν νεάζουσαν δέξασθαι διδασκαλίαν εἰς ἀθέτησιν τῶν σω ματικῶν τοῦ νόμου. χεῖρον δέ φησιν τὸ σχίσμα, διότι οἱ ἀκούοντες τοῦ εὐαγγελίου καὶ μὴ καταδεχόμενοι πλείω τῶν μὴ ἀκουσάντων τιμωροῦν ται. ἐπειδὴ δὲ οἱ μαθηταὶ Ἰωάννου δύο ἠρώτησαν τὸν κύριον· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν, πρὸς μὲν αὐτοὺς τοῦ νυμφίου τὴν παραβολὴν εἶπε, πρὸς δὲ τοὺς Φαρισαίους τὴν περὶ τῶν ἀσκῶν. 107 Mt 9, 20 -22 Τῆς αἱμορροούσης αἰσθόμενος ὁ Χριστὸς οὐκ ἀπηξίωσεν αὐτήν, ἀλλ' ἐθεράπευσε καὶ θυγατέρα ἐκάλεσεν ὡς πιστήν, ἅμα δὲ καὶ δει κνύων, ὅτι οὐκ ἔστι παρὰ τῷ θεῷ ἀκάθαρτος ὁ ἔχων νόσον ἀκούσιον. 108 Mt 9, 20 -22 ∆είκνυσιν, ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος. διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν. 109 Mt 9, 23 Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶ πρὸς ὥραν γάμου, τελευτώσας θρηνεῖν διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι. 111 Mt 9, 38 Τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας ἔπεμψεν εἰς πᾶσαν τὴν ὑπ' οὐρανόν. 112 Mt 10, 2 Τούτους τοὺς δώδεκα μαθητὰς καὶ ὁ νόμος προανετύπου καὶ οἱ προφῆται προανεκήρυξαν. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· "καὶ λήμ ψεσθε σεμίδαλιν καὶ ποιήσατε αὐτὴν δώδεκα ἄρτους, καὶ ἐπιθήσετε αὐτοὺς ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου, καὶ ἐπιθήσετε λίβανον καὶ ἅλας"· ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν "καὶ ζωὴν διδοὺς τῷ κόσμῳ" αὐτός ἐστιν ὁ Χριστός, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον τρέφουσιν καὶ αὐτοὶ διὰ τῶν οἰκείων συγγραμ μάτων τοὺς "πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην". ὥσπερ δὲ "φῶς" ὑπάρχων "τὸ ἀληθινὸν" ὁ σωτὴρ φῶς ὠνόμασε αὐτούς ("ὑμεῖς" γάρ, φησίν, "ἐστὲ τὸ φῶς τοῦ κόσμου")· οὕτως αὐτὸς ὢν "ὁ ἄρτος τῆς ζωῆς" ἐχαρίσατο καὶ τοῖς μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. "ἐπιθήσετε" γάρ, φησίν, ἐπὶ τοὺς ἄρτους "λίβανον καὶ ἅλας". καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον, οἱ δὲ ἅλες φρενῶν καὶ συνέσεως. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτῶν καὶ γοῦν ἔφασκον· "Χριστοῦ εὐωδία ἐσμὲν" τῷ Χριστῷ. ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι. διὸ καὶ ἤκουσαν· "ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς". ἀκούω δὲ τοῦ προφήτου ∆αβὶδ ψάλλοντος περὶ αὐτῶν· "ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ"· σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ φωστῆρες γεγόνασιν οἰκουμενικοὶ λόγον ἐπίσχον τες ζωῆς, ἄνθρωποι χειροτέχναι γεγονότες καὶ θαλασσουργοὶ καὶ ἰχθυο θῆραι, οὐ λέξεων ἔχοντες εὐπορίαν δεδοκιμασμένων, ἀλλ' "ἰδιῶται" μὲν "τῷ λόγῳ", πλούσιοι δὲ "τῇ γνώσει". τούτους ἐδήλου ὁ θεὸς καὶ διὰ φωνῆς Ἰερεμίου λέγων περὶ τοῦ σατανᾶ· "οὐαὶ ὁ πληθύνων αὐτῷ