1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

12

περὶ ἄλλο τι, ἀλλ' ὅλως ἀνηρτημένος μόνου τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ Θεῷ. Θαρσῶν δὲ τῇ τοιαύτῃ αὐτοῦ παῤῥησίᾳ, καὶ εἰδὼς, ὅτι ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ, θείων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ ἐφορώντων, καὶ θεωμένων τὰς ἐν Θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ Θεῷ λατρείαν, καί φησιν· Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. Προσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου. Προσκυνεῖν ἐπαγγέλλεται πρὸς ναὸν ἅγιον, τὴν Ἐκκλησίαν δηλῶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τύπος ὁ ἐπὶ γῆς ὑπῆρχε ναός· εἶτα χάριν ὁμολογεῖ καταξιωθεὶς ἐλέου καὶ ἀληθείας Θεοῦ. Ἀνθ' οὗ ὁ Σύμμαχος, περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου, λέγει· τυχὼν γὰρ ἐλέου Θεοῦ, τύπων καὶ συμβόλων ἀπήλλακται, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν Θεῷ κατηξίωται. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. Πολλάκις παρετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ μήτε ὕμνον, μήτε ᾠδὴν, μήτε ψαλμὸν, ἤ τι ἕτερον ἔχοντες προγραφὴν, ἄλλου παρὰ ταῦτα τυγχάνουσι χαρακτῆρος, ὁποῖος ὁ παρὼν προφητικῆς μετέχων δυνάμεως· διὰ γὰρ τῶν προλαβόντων ἐξομολογησάμενος ὁ ∆αυῒδ, Ἀλλ' οὐκ ἐγὼ, φησὶ, ἐν βασιλεῦσι μόνος τούτου κατηξιώθην, πλεῖστοι δὲ τοιοῦτοι γενήσονται, δηλαδὴ μετὰ τὸ κήρυγμα τοῦ Σωτῆρος· καὶ μάλιστα ὅτε τὸ 24.40 πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σωτῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ' ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν Ἑβραίων συνήθειαν. -Προφητεύει περὶ τῆς μελλούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώσεως· Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχηκεν. Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι' αὐτοῦ λαληθέντα μαθὼν ὁ ∆αυῒδ, θαῤῥεῖ ὡς ἐφορῶντος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ.τ.λ. Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ.

ΨΑΛΜΟΣ ΡΛΗʹ.

Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας

ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα μου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν διῆλθον αὐτὸς ἐξιχνίασας. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Ἐπιβαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινά ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει. Ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι. ∆ύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστόν μου· ἔργον γὰρ ἡ περίνοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται καὶ ἀπελαύνει