τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρος μὲν λέγεται, ὅτι ἑκατέρωθεν τῆς βραχείας ἔχει τὰς μακράς. κρητικὸς δέ, ὅτι ὑπὸ Κρητῶν εὑρῆσθαι δοκεῖ· ἐκεῖνοι γὰρ πρῶτοι τοῦτο τὸ γένος τῆς ῥυθμοποιίας ὀρχήσει τὴν βάσιν ἀπαρτίζοντες ἐποίουν. παιωνικὸς δέ, ἐπεὶ πρὸς τὰ παιωνικὰ καλού μενα μέτρα ἥρμοσται. 20Ἀμφίβραχυς20 δέ, ἐκ βραχείας καὶ μακρᾶς ἐστὶ καὶ βραχείας, τετράχρονος. εἴρηται δ' οὕτως, ὅτι ὑπὸ δύο βραχειῶν τὴν μακρὰν περιλαμβάνει ἔμπαλιν τοῦ ἀμφι μάκρου· ὅν τινες καὶ ὑπερθετικὸν καλοῦσιν, ὅτι ὑπερ τιθεμένην ἔχει ἄνωθεν τὴν βραχεῖαν. 20Βακχεῖος20 δὲ ἐκ βραχείας καὶ δύο μακρῶν, πεντά χρονος. καλεῖται δὲ οὕτως διὰ τὸ πρὸς τοὺς <βακχι κοὺς> ῥυθμοὺς ἐπιτηδείως ἔχειν. τινὲς δὲ καὶ ὑπο βάκχειον καλοῦσιν αὐτόν. Ὁ 20δὲ παλιμβάκχειος20, ὁ καὶ διονύσιος, ἐκ δύο μακρῶν καὶ βραχείας, πεντάχρονος καὶ ἀντιβάκχειος καλεῖται, ὅτι ἐναντίως διάκειται τῷ ῥυθμῷ πρὸς τὸν βακχεῖον, διονύσιος δὲ καθὸ καὶ αὐτὸς πρὸς τὰ ∆ιο νυσιακὰ μέλη πεποίηται. τινὲς δὲ αὐτὸν προσοδιακὸν καλοῦσιν καὶ πομπευτικὸν διὰ τὸ ἐν τοῖς προσοδίοις 217 ὕμνοις οὕτω καλουμένοις καὶ ἐν ταῖς πομπαῖς εἶναι ταῖς ∆ιονυσιακαῖς. 20Χόρειος20-προπαροξυτόνως, ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν-ὁ καὶ τρίβραχυς καὶ βραχυσύλλαβος καὶ τροχαῖος, ἐκ τριῶν βραχειῶν, τρίχρονος. χόρειος μὲν οὖν, ὅτι πρὸς τὰ χορικὰ μέλη πολλάκις λαμβάνεται. τρίβραχυς δὲ διὰ τὸ ἐκ τριῶν βραχειῶν συγκεῖσθαι [ἐν τρισυλλάβοις]. βραχυσύλλαβος δὲ ὡς βραχείας ἔχων τὰς πάσας συλλαβάς. τροχαῖος δέ, ἐπειδὴ ὁ Σο φοκλῆς ἐν τῷ Θαμύρᾳfr. 219) φησὶ πρόποδα μέλεα· τά δ' ὅσα κλύομεν τρόχιμα, βάσιμα, χέρεσι, πόδεσι. 20Μολοσσός20, ὁ καὶ τρίμακρος, ἐκ τριῶν μακρῶν, ἑξάχρονος. καλεῖται δὲ μολοσσὸς διὰ τὸ μέγιστος εἶναι πάντων τῶν ἁπλῶν ποδῶν καὶ μήκιστος. τοὺς δὲ μη κίστους τὸ παλαιὸν μολοσσοὺς ἐκάλουν, ὡς Σοφοκλῆς μολοσσικαῖσι χερσὶν ἐκτείνων πέλας (φρ. 727) ἀντὶ τοῦ μεγάλαις. οἱ δὲ διὰ τὸ ὑπὸ Μολοσσῶν εὑρῆ σθαι πρῶτον τὸ εἶδος τῆς ῥυθμοποιίας ταύτης. καλεῖ ται δὲ ἵππειος πάλιν διὰ τὸ τέλειον εἶναι τὸ ζῶον. Τετρασύλλαβοι δὲ δεκαέξ. 20Προκελευσματικός20, ὁ καὶ ἰσάριθμος, ἐκ τεσσάρων βραχειῶν, τετράχρονος. 218 προκελευσματικὸς δέ, ἐπειδὴ πρῶτός ἐστι τῶν διπλῶν, ὡς καὶ τὸν πυρρίχιον ἐλέγομεν <προκελευσματικὸν> καὶ ἡγεμόνα. 20Παίων20 πρῶτος, ὁ καὶ παιωνικός, ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος. παιωνικὸς δὲ διὰ τὸ ἐν τοῖς παιᾶσιν ὕμνοις παραλαμβάνεσθαι· Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχώνAristoph. Plut. 636). παίων δεύτερος, ἢ σύμβλητος, ὁ καὶ κουρητικός, ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, πεντάχρονος. -παίων τρίτος ἢ διδυμαῖος ἢ κουρητικὸς ἢ δελφι κός, ὁ καὶ δρόμιος καὶ ἀρίθμιος, ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, πεντάχρονος. - παίων τέταρ τος, ὁ ὑπορχηματικός, ὁ καὶ κρητικός, ἐκ τριῶν βρα χειῶν καὶ μακρᾶς <πεντάχρονος>· δεῖ δὲ νοῆσαι, ὅτι κρητικὸς πρῶτος καὶ τέταρτος λέγεται. 20Ἰωνικὸς20 ἀπὸ μείζονος ἢ περσικός, ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, ἑξάχρονος. ἰωνικὸς μέν, ὅτι Ἴωνες αὐτῷ ἐκέχρηντο. περσικὸς δὲ διὰ τὸ τὰς ἱστορίας τὰς περσικὰς γεγράφθαι τούτῳ τῷ μέτρῳ, ὡς παρ' Αἰσχύλῳ καὶ ἄλλοις τισίν. -ἰωνικὸς ἀπ' ἐλάσσονος ἢ ὑποκύ κλιος, ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, ἑξάχρονος. 20Χορίαμβος20 ἢ κύκλιος ἢ ὑποβάκχειος ἢ καὶ βακ χεῖος κατὰ τροχαῖον, τινὲς καὶ χορείαμβον αὐτὸν ἐκά 219 λεσαν, ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, ἑξά χρονος. 20Ἀντίσπαστος20, ὁ καὶ σπονδειακὸς καὶ βακχεῖος κατὰ ἴαμβον, ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βρα χείας, ἑξάχρονος. 20∆ιίαμβος20 ἢ παράλληλος ἴαμβος ἢ ἰαμβικὴ ταυτο ποδία, ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μα κρᾶς, ἑξάχρονος. 20∆ιτρόχαιος20 ἢ ἀντιπαράλληλος, ὁ καὶ κρητικὸς κατὰ Ἀριστόξενον ἢ διχόρειος ἢ τροχαϊκὴ ταυτοποδία, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἑξάχρονος. 20Ἐπίτριτος20 πρῶτος <ἢ> ἵππειος πρῶτος ἢ καὶ κα ρικὸς ἢ καὶ δόχμιος, ἐκ βραχείας