1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

κακόφρονος εἵνεκα χρυσοῦ σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην. 8.208 Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ, ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων· καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν, ἐκ δ' ὀλέσας τύμβου τῆλε βάλοι πατέρων. 8.209 Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης τῆσδ' ἀναειρόμενον ἡλίκον ὁσσατίης; χρυσὸς ἔθηξε μάχαιραν ἐπ' ἀνδράσι· χρυσὸς ἄπληστον κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην· κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον ἐλπισθείς· χρυσοῦ δεύτερα πάντ' ἀδίκοις. 8.210 Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης κύμασι πλαζόμενον, πολλάκι θηρολέτου, ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλ' ἐμὲ γείτων χωσθέντ' ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον. 8.211 Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς. ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν· οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν, τῶνδ' ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις. 8.212 Πάντ' ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ' αἰδὼς ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον, ὅν γ' ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν. 8.213 Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ· λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι. δείδια τόνδε τάφον τοῖα παθόνθ' ὁρόων. 8.214 ∆ή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ' εὗρε μόνον· «Οἴγειν ἀπλήστοιο τάφους χερός.» ὣς δὲ σὺ τόσσον σῆμα τόδ' οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις. 8.215 Ὃς κακὸς οὐ φθιμένοισι, τάχ' ἂν φθιμένοισιν ἀρήγοι· ὃς δ' οὐδὲ φθιμένοις, οὔποτ' ἂν οὐ φθιμένοις. ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας, οὔποτ' ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην. 8.216 «Μαρτύρομ', οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι· μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις.» - Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλ' ἐδαΐχθη. πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, ∆ίκη. 8.217 Οἱ τύμβοι φθιμένοισιν «Ἀρήξατε» εἶπον ἅπαντες, ἡνίχ' ὁ λυσσήεις τόνδ' ἐτίνασσε τάφον. οἱ νέκυες τύμβοισι· «Τί ῥέξομεν; αὖθις ἀέρθη ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα ∆ίκη.» 8.218 Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δ' ἔπτατο, ἄλλος ὄλεσσε θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον· τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν, τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις. 8.219 Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα· εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν, καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς τύμβον ἀναρρήξανθ', ὃν καὶ τρομέουσι φονῆες. 8.220 Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δ' ἀπὸ τύμβων χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει· ὄρυσσ', ὄρυσσε πάντας· ἦ τάχ' ἄν σέ τις τύμβος κ' ἐξολέσειε πεσών, νεκύεσσι δ' ἀρήγοι. 8.221 Τύμβος ἔην· νῦν δ' εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος· ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη; 8.222 Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον; 8.223 Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη, τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις. 8.224 Τύμβος ἐγώ, σκοπιή τις ἀπ' οὔρεος· ἀλλά με χεῖρες θῆκαν ἴσον δαπέδῳ. τίς τάδ' ἄνωξε νόμος; 8.225 Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος ἦλθ' ἐπ' ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι. 8.226 Τὴν σκαπάνην ἐπ' ἄρουραν, ἐμῷ δ' ἐπὶ σήματι βάλλειν δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων. 8.227 Τὴν σκαπάνην ἐπ' ἄρουραν· ἐμοῦ δ' ἀποχάζεο τύμβου, χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων. 8.228 Εἴ σ', ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν, πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο. 8.229 Τίπτε μ' ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις. 8.230 Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλ' ἔμ' ἔῳξεν ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη. Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων, θνητοί, καὶ κτερέων· δεῦτ' ἐπὶ νεκρά, κύνες. ∆εῦτ' ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν. 8.231 Ἄλλος τύμβον ἔγειρε, σὺ δ' ὤλεσας· ἄλλος ἐγείροι σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι. 8.232 Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ