12
ἐνεργαζόμενον, καὶ πνεῦμα κάτωθεν διά τινος στομίου διεξερχόμενον· ὅπερ εἰ ἐν γυναικείοις γένοιτο σπλάγχνοις, ἐξοιδεῖν τε τὴν γαστέρα ποιεῖ καὶ τῆς διανοίας ἔκστασιν καὶ παραφορὰν τοῦ καθεστηκότος ἐργάζεται. ἅπερ πάντα θεῖά τε καὶ μαντικὰ τοῖς ἀπατωμένοις ἐδόκει· τῶν τε ἐξ ἥπατος ἢ πυρὸς σημείοις τισὶ τὸ μέλλον προ-εικαζόντων ἢ τῶν πρὸς τὰς πτήσεις τῶν ὀρνέων οὐδεὶς ἀνέθηκε τῇ εἱμαρμένῃ τὴν τῆς προρρήσεως δύναμιν, ἀλλά τινι δαιμονίᾳ κατοκωχῇ τὸ τοιοῦτον λογίζονται. οὕτω φημὶ ἢ μὴ εἶναι καθόλου προαγόρευσιν διὰ τὸ πολλοῖς ἐναντιώμασι τὰς προρρήσεις ἐλέγχεσθαι, ἢ εἴπερ ἀποδεικνύει τις αὐτὴν ὡς προλέγουσάν τι τῶν ἐκβησομένων, ὅπερ ἐπὶ τῶν ἄλλων ἑκάστου τῶν κατὰ πρόρρησιν ἐπιτυγχανομένων καταλαμβάνομεν, τοῦτο καὶ ἐπὶ τοῦ τοιούτου τῆς προρρήσεως εἴ-δους οἰόμεθα χρῆναι νομίζειν. ἴσον γὰρ ἐπὶ πάντων τούτων ἐστὶ τὸ ἐν τοῖς πλείοσι διαμαρτάνειν τό τε ἔν τισι δοκεῖν μὴ ἔξω τῆς τῶν ἐκβησομένων ἀληθείας ἄγειν τὴν πρόρρησιν, καὶ τῇ ἀπατηλῇ τῶν δαιμόνων φύσει ὁμοίως καὶ διὰ ταύτης καὶ πάσης ἐπινοίας ὁ σκοπὸς κατορθοῦται. τὸ γὰρ ἀποστῆσαι τὸν ἄνθρωπον τοῦ πρὸς τὸν θεὸν βλέπειν κἀκεῖθεν ἑαυτῷ τὴν τῶν 63 ἀγαθῶν μοῖραν παρασκευάζειν, ἀντὶ παντὸς τοῖς δαίμοσι σπουδάζεται. τὸ τοίνυν πεπεῖσθαι τοὺς εὐεξαπατήτους μὴ ἐπὶ τῷ θείῳ βουλήματι τὰ κατὰ τὸν βίον κεῖσθαι, ἀλλ' ἐπὶ τῇ τοιᾷδε τῶν ἄστρων διαπλοκῇ καὶ τῇ ἐκεῖθεν ἀπορρεούσῃ δυνάμει, πάντων μάλιστα πρὸς τὸν σκοπὸν τῆς βλαπτικῆς τῶν δαιμόνων φύσεως βλέπει. εἰ οὖν κεχαρισμένον ἐστὶ τοῖς δαίμοσι τοῦ θεοῦ ἀποστῆσαι τὸν ἄνθρωπον, ἀφίστησι δὲ ἡ περὶ ταῦτα πλάνη, ἀποδείκνυται σαφῶς δαιμονία τις οὖσα ἐνέργεια δι' ἀπάτης παρακρουομένη τοὺς πᾶσαν μὲν ἐν τούτοις τὴν δύναμιν εἶναι νομίζοντας, πρὸς δὲ τὴν παντοδύναμον τοῦ θεοῦ ἐξουσίαν μὴ ἀποβλέποντας.