1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

τοὺς ἀγῶνας, ἕως ἂν αὐτοὺς ὁ κῆρυξ λαβὼν ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς περιαγάγῃ βοῶν καὶ λέγων· Μή τις τούτου κατηγορεῖ; Καίτοι γε οὐκ ἔστιν ἐκεῖ ψυχῆς, ἀλλὰ σωμάτων τὰ παλαίσματα· τίνος οὖν ἕνεκεν εὐθύνας ἀπαιτεῖς εὐγενείας; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἅπαν τοὐναντίον, οὐκ ἐν χειρῶν συμπλοκαῖς ὄντων ἡμῖν τῶν παλαισμάτων, ἀλλ' ἐν φιλοσοφίᾳ ψυχῆς καὶ ἀρετῇ διανοίας· τοὐναντίον ὁ ἀγωνοθέτης ποιεῖ· οὐ γὰρ λαβὼν αὐτὸν περιάγει καὶ λέγει· Μή τις τούτου κατηγορεῖ; ἀλλὰ βοᾷ· Κἂν ἄνθρωποι πάντες, κἂν δαίμονες μετὰ τοῦ διαβόλου συστάντες αὐτοῦ κατηγορῶσι τὰ ἔσχατα καὶ ἀπόῤῥητα δεινὰ, οὐκ ἐκβάλλω οὐδὲ βδελύσσομαι, ἀλλὰ τῶν κατηγόρων αὐτὸν ἀπαλλάξας, καὶ τῆς πονηρίας ἐλευθερώσας, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἄγω· καὶ μάλα εἰκότως. Ἐκεῖ μὲν γὰρ ὁ ἀγωνοθέτης οὐδὲν συντελεῖ τοῖς ἀγωνιζομένοις πρὸς τὴν νίκην, ἀλλ' ἕστηκε μέσος· ἐνταῦθα δὲ ἀγωνοθέτης τῶν ἄθλων τῆς εὐσεβείας σύμμαχος γίνεται καὶ βοηθὸς, συνεφαπτόμενος αὐτοῖς τῆς πρὸς τὸν διάβολον μάχης.

δʹ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀφίησιν 49.237 ἡμῖν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ οὐδὲ ἐκκαλύπτει, οὐδὲ ποιεῖ φανερὰ καὶ δῆλα, οὐδὲ ἀναγκάζει παρελθόντας εἰς μέσον ἐξειπεῖν τὰ πεπλημμελημένα, ἀλλ' αὐτῷ μόνῳ ἀπολογήσασθαι κελεύει καὶ πρὸς αὐτὸν ἐξομολογήσασθαι. Καίτοι γε ἐκ τῶν ἔξωθεν δικαστῶν εἴ τις εἶπέ τινι τῶν ἁλόντων λῃστῶν ἢ τυμβωρύχων, εἰπεῖν τὰ πεπλημμελημένα, καὶ ἀφεθῆναι τῆς κολάσεως, πάσῃ προθυμίᾳ ἂν κατεδέξαντο τοῦτο, τῇ τῆς σωτηρίας ἐπιθυμίᾳ τῆς αἰσχύνης καταφρονοῦντες. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ἀφίησι τὰ ἁμαρτήματα, καὶ οὐκ ἀναγκάζει παρόντων τινῶν αὐτὰ ἐκπομπεύειν, ἀλλ' ἓν μόνον ζητεῖ, ὅπως αὐτὸς ὁ τῆς ἀφέσεως ἀπολαύων μάθοι τῆς δωρεᾶς τὸ μέγεθος. Πῶς οὖν οὐκ ἄτοπον ἐν οἷς αὐτὸς ἡμᾶς εὐεργετεῖ εἰ ἀρκοῖτο τῇ παρ' ἡμῶν μαρτυρίᾳ μόνῃ, ἡμεῖς δὲ ἐν οἷς αὐτὸν θεραπεύομεν, ἑτέρους ἐπιζητοῦμεν μάρτυρας καὶ πρὸς ἐπίδειξίν τι ποιοῦμεν; Θαυμάσαντες τοίνυν τὴν αὐτοῦ φιλοφροσύνην ἐπιδειξώμεθα τὰ παρ' ἡμῶν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς γλώττης χαλινώσωμεν ῥύμην, καὶ μὴ ἀεὶ φθεγγώμεθα· Ἐκ γὰρ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Ἂν μὲν οὖν ἔχῃς τι χρήσιμον εἰπεῖν, ἄνοιξον τὰ χείλη, ἂν δὲ μηδὲν ἀναγκαῖον ᾖ, σίγα· βέλτιον γάρ. Χειροτέχνης εἶ; καθεζόμενος ψάλλε· ἀλλ' οὐ βούλει τῷ στόματι ψάλλειν; τῇ διανοίᾳ τοῦτο ποίει· μέγας συνόμιλος ὁ ψαλμός. Οὐδὲν ἐντεῦθεν ὑποστήσῃ δεινὸν, ἀλλ' ὡς ἐν μοναστηρίῳ ἐν τῷ ἐργαστηρίῳ δυνήσῃ καθέζεσθαι· οὐ γὰρ τόπων ἐπιτηδειότης, ἀλλὰ τρόπων ἀκρίβεια τὴν ἡσυχίαν ἡμῖν παρέξεται. Παῦλος γοῦν ἐν ἐργαστηρίῳ τῇ τέχνῃ κεχρημένος, οὐδὲν εἰς τὴν οἰκείαν ἀρετὴν παρεβλάβη. Μὴ τοίνυν λέγε σύ· Πῶς δυνήσομαι χειροτέχνης ὢν καὶ πένης φιλοσοφεῖν; ∆ιὰ τοῦτο μὲν οὖν μάλιστα δυνήσῃ φιλοσοφεῖν. Καὶ γὰρ πενία πλούτου, καὶ ἐργασία ἀργίας πρὸς εὐλάβειαν ἡμῖν ἐπιτηδειότερον, ὡς ὅ γε πλοῦτος τοῖς μὴ προσέχουσι καὶ ἐμπόδιον γίνεται. Ὅταν γὰρ ὀργὴν δέῃ ἀφεῖναι, ὅταν σβέσαι φθόνον, ὅταν χαλᾶσαι θυμὸν, ὅταν εὐχὴν ἐπιδείξασθαι, ὅταν ἐπιείκειαν καὶ πραότητα, ὅταν φιλοφροσύνην καὶ ἀγάπην, ποῦ γένοιτ' ἂν κώλυμα ἡ πενία; Οὐ γὰρ ἀργύριον καταβαλόντας ταῦτα ἀνύσαι ἔστιν, ἀλλὰ προαίρεσιν ὀρθὴν ἐπιδειξαμένους. Ἐλεημοσύνη μάλιστά ἐστιν ἡ χρημάτων δεομένη, ἀλλὰ καὶ αὐτὴ διὰ τῆς πενίας μειζόνως ἐξέλαμψε· καὶ γὰρ ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα, ἁπάντων ἀνθρώπων ἦν πενεστέρα, καὶ πάντας ὑπερηκόντισε. Μὴ τοίνυν μέγα τι νομίζωμεν εἶναι πλοῦτον, μηδὲ πηλοῦ βελτίονα εἶναι τὸν χρυσὸν λογιζώμεθα· ἡ γὰρ τιμὴ τῆς ὕλης οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ' ἀπὸ τῆς ἡμετέρας διανοίας ἐστίν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, πολὺ τοῦ χρυσοῦ σίδηρος ἀναγκαιότερος· ὁ μὲν γὰρ εἰς τὸν βίον οὐδεμίαν εἰσάγει χρείαν, οὗτος δὲ τὸ πλέον ἡμῖν κατεσκεύασε τῆς χρείας μυρίαις τέχναις ὑπηρετούμενος. Καὶ τί λέγω χρυσοῦ καὶ σιδήρου σύγκρισιν; τῶν γὰρ πολυτελῶν λίθων ἀναγκαιότεροι οἱ λίθοι οὗτοι· ἐξ ἐκείνων μὲν γὰρ οὐδὲν ἂν γένοιτο χρηστὸν,