νεώτερον Ἐμμανουῆλον ἔπεμψεν ἐς Πελοπόννησον ἡγεμόνα τοῦ Μιζιθρᾶ, τὸν δὲ πρεσβύτερον καθίστησι βασιλέα τοῖς Ἕλλησιν. Ἰωάννης δὲ ὁ τοῦ Ἀνδρονίκου παῖς,ὡς ἐπὶ τὸ ἱκανὸν τῆς ἡλικίας ἀφίκετο, συνίστατό τε τοῖς 1.34 Ἕλλησι καὶ συνετίθετο αὐτοῖς ὡς ἐπὶ τὴν βασιλείαν ἀφιξόμενος. ἔτυχε δὲ διαίτας ἔχων ἐν τῇ Μακεδονίᾳ. οἱ δὲ Ἕλληνες ἀχθόμενοι τῇ διαίτῃ καὶ ὕβρει τοῦ βασιλέως, ὡς ἕκαστος εἶχεν αἰτίας αὐτῷ, ἐπαγόμενοι ἀπὸ Μακεδονίας τὸν νεανίαν ἐς τὴν βασιλείαν κατεστήσαντο. ὡς δὲ ἐς τὴν βασιλείαν κατέστη, τὸν μέντοι Καντακουζηνὸν Ναζηραῖον ἐποιήσατο, Ματθαῖον τοὔνομα. ὁ τούτου δὲ πρεσβύτερος παῖς, ὃν ἀπέδειξε βασιλέα τοῖς Ἕλλησιν, ἀφίκετο μὲν τὰ πρῶτα ἐς Ῥόδον παρὰ τὸν ταύτῃ αὐτοῦ ἀρχιερέα, δεόμενος ἐπικουρίας τυχεῖν, καὶ ἐδεῖτο κατάγειν αὐτὸν ἐς τὴν βασιλείαν. καὶ πολλὰ προϊσχόμενος, ὥστε οἱ γενέσθαι τιμωρίαν τινά, ὡς οὐδὲν εὕρατο ἐπιτήδειον, παρῆν αὐτίκα μετὰ ταῦτα ἐς Πελοπόννησον παρὰ τὸν ἀδελφὸν αὐτοῦ Ἐμμανουῆλον, τὸν ἡγεμόνα τῆς Σπάρτης, καὶ παρ' αὐτοῦ τὴν δίαιταν ἐποιεῖτο. Ἰωάννης μὲν οὖν τῷ τε Ἀμουράτῃ νεωστὶ ἐς τὴν Εὐρώπην διαβάντι ξυμμαχίαν ἐποιήσατο, καὶ τὴν τοῦ Μυσῶν βασιλέως θυγατέρα ἠγάγετο ἐπὶ τῷ παιδὶ αὐτοῦ Ἀνδρονίκῳ, ἀφ' ἧς ἐγένοντο αὐτῷ παῖδες, πρεσβύτερος μὲν Ἀνδρόνικος, ∆ημήτριος δὲ καὶ Ἐμμανουῆλος οἱ νεώτεροι, καὶ Θεόδωρος. καὶ εἵπετο τῷ Ἀμουράτῃ. ὅποι ἂν στρατεύηται, καὶ φόρου τε ὑποτελεῖς ἅμα ὄντες τῷ Ἀμουράτῃ, ἐπισπόμενοι, ὅποι ἂν στρατεύοιτο. Μετὰ δὲ ταῦτα ἐπὶ ∆ραγάσην τὸν Ζάρκου ἡγεμόνα τὴν ἐν τῷ Ἀξιῷ ποταμῷ χώραν στρατευσάμενος κατεστρέψατο, ἐς φόρου τε ἅμα ἐπαγωγήν, καὶ αὐτόν οἱ στρατευόμενον ἕπεσθαι ἐπὶ τοὺς πολεμίους, ἐς τοσούτους τὸν ἀριθμὸν ἔχοντα ἱππέας. μετὰ ταῦτα 1.35 Μπόγδανον τὸν ταύτῃ ἡγεμόνα ὑπαγόμενος, ὥστε οἱ ἕπεσθαι σὺν τῇ αὐτοῦ στρατιᾷ, ἀπεδείξατο μεγάλα ἔργα, ἐπιείκειαν μὲν κατὰ τὴν Κύρου τοῦ Καμβύσεω ἐπιδεικνύμενος, καὶ ὡς μετριώτατά τε καὶ ἐλευθεριώτατα προσφερόμενος τοῖς ὑπ' αὐτὸν γενομένοις ἡγεμόσι Τριβαλλῶν καὶ Μυσῶν καὶ δὴ καὶ Ἑλλήνων. Κατὰ μὲν οὖν τὴν Εὐρώπην διατρίβοντα συχνόν τινα χρόνον καὶ πρὸς τούτους ἔτι διαπολεμοῦντα ἀφίκετο ἀγγελία, τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρων ἡγεμόνας ἀλλήλοις συνθεμένους ἀποστῆσαί τε ἀπὸ Ἀμουράτεω χώραν οὐκ ὀλίγην αὐτοῦ, καὶ αὐτοὺς στρατιὰν συλλέξαντας, ὅσην ἠδύναντο, μάλιστα ταράξαι τε τὰ ἐν τῇ Ἀσίᾳ πράγματα αὐτοῦ, καὶ χώρας τῆς ἑαυτοῦ τὰ μὲν καταστρεφομένους τὰ δὲ καὶ πολιορκοῦντας οὐκ ἀνιέναι. ἐπεί τε δὴ τάχιστα ἐπύθετο, διαβὰς ἴετο ἐπὶ τοὺς ἡγεμόνας παρασκευασάμενος, καὶ ἐς τὰ ἔσχατα πειρασόμενος, ᾗ ἐδύνατο κράτιστα, ὡς διαμαχούμενος. εὑρὼν δὲ τούτους ἐν Μυσίᾳ στρατοπεδευομένους παρετάξατο ἐς μάχην. οἷα δὲ μάχης ἐμπείρῳ πολλαχῇ γενομένῳ ἐμεμηχάνητο τοιόνδε. λέγεται γὰρ, ὡς ἐπεὶ θέρους ἦν ὥρα, καὶ ἠπίστατο μεσημβρίας ἐπιγιγνομένης ἐπιπνεύσειν ἐτησίαν ἄνεμον ἀπὸ ἑσπέρας, ταύτῃ δὲ παρεγγυῶν τῇ στρατιᾷ τὸ μέρος ἐκεῖνο κατὰ νώτου λαβεῖν, ἐς μάχην τε καθίστατο περὶ πλήθουσαν 1.36 ἀγοράν, καὶ συμμίξας τοῖς πολεμίοις ἐμάχετο ἰσχυρῶς. μάχης δὲ ἀμφοῖν ἰσορρόπου γενομένης ἐπὶ λόφον τινὰ αὐτοῦ που λέγεται ἀναβῆναι, καὶ φωνῆσαι μέγα τοῖς ἑαυτοῦ τάδε. "Παῖδες ἐμοὶ στρατιῶται, μέμνησθε ὑμῶν αὐτῶν, ὅσα ἐπεπόνθειτε ἐν τῇ Εὐρώπῃ, τοσαῦτα ἔτη διαπολεμοῦντες. τί δὴ ὑποχωρεῖτε; οὐκ ἴστε, ὡς τὰ πάντα ἐφ' ἡμῖν ἔσται, τούτων περιγενομένοις; ἄγετε δὴ ἐμοὶ ἕπεσθε, ὡς ἢν μὴ ἀρτίως ἕπησθε, ταχὺ περιεσομένων τῶν πολεμίων ἡμᾶς." Ταῦτα εἰπόντα τὸν βασιλέα ἐλαύνειν ὁμόσε τῷ ἵππῳ ἐπὶ τοὺς πολεμίους, ἐς τὸ μέσον στῖφος ἐμβάλλοντα· καὶ αὐτίκα ἐπιπνέοντα τὸν ἄνεμον ἀπὸ νώτου τῇ στρατιᾷ ἐνοχλεῖν ἐπὶ πρόσωπον τοὺς ἐναντίους, καὶ οὕτως ἅμα ἀλλήλοις διακελευσαμένους καὶ ἐς τὸ πρόσθεν ἰόντας καὶ βιαζομένους τέλος δὴ τρέψασθαί τε καὶ ἐπιδιώκειν ἀνὰ κράτος ἀπολοῦντας τοὺς πολεμίους. καὶ διαφθαρῆναι μὲν λέγεται τὰ πλείω τοῦ στρατεύματος αὐτοῦ, διαφυγόντας δὲ τοὺς πολεμίους οἴχεσθαι ἀπαλλαττόμενον