οὐ φρόνημα μεγαλοπρεπές, οὐ λόγον ἔμμουσον καὶ χαρίεντα, οὐκ ἄλλο οὐδὲν τῶν οἷα ψυχὴν οἶδε καλλύνειν καὶ φύσιν σώματος. ὦ νέα Ῥώμη, καὶ γένος μεγαλοπρεπὲς καὶ ἐλεύθερον, ὦ οἱ ἀνέκαθεν βασιλεῖς, καὶ βῆμα βασιλικὸν καὶ βασίλεια, οἵαν αἰσχύνην τότε περιεβάλεσθε, οἷος ὑμῖν δαίμων ἐφθόνησε βάσκανος. πλὴν ἀλλὰ τοῦτο, εἰ μέν τις μὴ αἰτιῷτο τῷ αὐτομάτῳ δοτέον, εἰ δὲ φιλευσεβοίη τοῖς ἀρρήτοις τοῦ θεοῦ κρίμασιν. Ὁ δέ, σαλευομένην ὁρῶν ἀκμὴν ἑαυτῷ τὴν ἀρχὴν καὶ πῆξιν βεβαίαν οὐκ ἔχουσαν, κρύπτει μὲν ἐν βάθει τῆς ψυχῆς τὸ κακόηθες, θεραπείαν δὲ πρὸς τὸ συγγενὲς ὑποκρίνεται, καὶ ταῖς μεγίσταις λαμπρύνει τιμαῖς. ἔπειτα ῥηγνύει τὸ καταπέτασμα, τὰς πύλας τῆς καρδίας ἀναπετάννυσι, καὶ τὸν ἐκεῖσε δείκνυσιν ἐμφωλεύοντα δράκοντα, καὶ πρὸ τῶν ἄλλων ἐπὶ τοὺς οἰκείους καὶ συγγενεῖς τὸν κακίας ἰὸν ἐκκενοῖ. καὶ οὓς μὲν ὑπερορίᾳ καταδικάσας, οὓς δὲ τῶν παιδογόνων μορίων ἀποτεμόμενος ἤδη που γενειάσαντας καὶ υἱέων ὄντας τοκεῖς, στεφανηφορεῖ καὶ λαμπρύνεται, οὐ Περσέα καθελὼν οὐδ' Ἀντίγονον, οὐδέ τι βάρβαρον ἀπελάσας φῦλον, ἀλλὰ τοὺς ἀφ' αἵματος ὁ δυσμενὴς καταγωνισάμενος. Σύ γε, ὦ βέλτιστε, ἄνασσε γὰρ τῷ λόγῳ, σχολῇ γε τὴν ἐμὴν ἀποτέμοις κεφαλὴν κἂν ἐπίβουλός σοι φανήσομαι, ἀλλ' οὐδ' ἀποτέμοις τὰς τρίχας κἂν ἱεροσυλήσας φανῶ, ἢ δέδοικα μὴ καὶ τοὺς μαστοὺς ἐκκόψῃς, ἢ τὴν καρδίαν ἐξορύξῃς μετὰ τοῦ ἥπατος, ὅ φασι τοὺς Πέρσας διὰ ταριχείαν ἐπὶ τοὺς κατοιχομένους ποιεῖν. Τύραννε καὶ μισάνθρωπε, τὰ Σικελῶν ὠδίνει, Ἰταλία πᾶσα πρὸς ἀπόστασιν κεκίνηται, καὶ σὺ τοῖς πατριώταις ἐπεμβαίνεις, καὶ ζηλοτυπεῖς τὴν γονὴν καὶ στρατεύεις κατὰ τῶν σῶν. ἀλλ' εὖ γε ποιεῖς, καὶ βάλλ' οὕτως ἵνα παταχθῇ ὁ ἀσεβὴς διὰ σοῦ τοῦ ἁμαρτωλοῦ, εἴθ' ὕστερον ἐκζητηθῇ τὸ αἷμα αὐτοῦ ἀπὸ σοῦ. οἶδα γὰρ ὡς ὁδῷ προβαίνων ψαύσῃ καὶ τῶν ἀψαύστων. καὶ πῶς εἴποιμι τοῦτο; τῆς μητρὸς ὁ παῖς κατεξανέστης, μήτε νόμους ἱεροὺς αἰδεσθεὶς μήθ' ὅρκους εὐλαβηθείς; ἀλλά με προφήτην ποιεῖς, πράττεις γὰρ ἃ προηγόρευσα, καὶ τῶν βασιλείων ἐξάγεις τὴν εὐγενῆ ὁ ἐπείσακτος, τὴν εὐεργετήσασαν ὁ ἀχάριστος, ὡς καλά γέ σοι τὰ τροφεῖα, καὶ μείζω τῶν εὐεργεσιῶν τὰ εὐχαριστήρια. ἀλλὰ μὴ δέδιθι· ἀνήφθη γάρ σοι ὁ τῆς πόλεως δῆμος, καὶ πᾶσα ἡλικία ξιφήρης χωρεῖ κατὰ σοῦ, καὶ ὠμῶν σοῦ τῶν ἡπάτων ζητεῖ ἀπογεύσασθαι. σὺ δὲ νῦν πολὺς εἶ ῥέων κατ' αὐτῶν τῷ θυμῷ· αὖθις δὲ ὑποστέλλῃ καὶ δειλιᾷς, καὶ τῇδε κἀκεῖσε φοιτᾷς, ἀπορούσῃ ψυχῇ, μηχανᾷ δὲ πολλὰ καὶ πολυπρόσωπος γίνῃ ταῖς ὑποκρίσεσι, καὶ ἀμοιβὰς ἐπαγγέλλῃ τοῖς βοηθήσουσιν, ἀλλ' ὡς μελάμπους πεφώρασαι καὶ καταπεφρόνησαι. ἀλλὰ πῇ φεύγεις μετὰ νῶτα βαλών; ποῖ δὲ καταφεύγεις πρὸς ὃν ἠθέτησας; οὐκ οἶδε φιλανθρωπεύεσθαι ὡς ἀεί, γίνεται πολλάκις ἀπότομος ὁ φιλάνθρωπος. σὺ δέ μοι καὶ τὴν κεφαλὴν ὑποκλίνεις τῷ ἱερεῖ, καὶ κείρῃ τὰς τρίχας καὶ δέχῃ δευτέραν παλινζωΐαν, καὶ γίνῃ φιλότιμος ἀθλητὴς ἐπὶ τοὺς τελευταίους ἀγῶνας χωρῶν, καὶ ἀπογεύῃ τῶν μυστηρίων καὶ ἐξαγορεύεις τὸ παρανόμημα, καὶ δακρυρροεῖς καὶ γίνῃ Μανασσῆς δεύτερος. ἀλλ' οὐ δεκτά σοι τὰ δῶρα θεῷ, ἀλλὰ βδέλυγμα μὲν τὸ θυμίαμα, καὶ τὸ ὁλοκάρπωμά σου ὡς ῥάκος ἀποκαθημένης. καὶ σὺ μὲν δοκεῖς ἀπηλλάχθαι, ὁ δὲ δῆμος βοᾷ, καὶ τοῦ θείου σε βήματος τὸν σῦν ἀπελαύνει, καὶ θήγει τὸν δήμιον, κἀκεῖνος σχεδιάζει ἐλαύνων τὸν σίδηρον, καὶ σὺ κατὰ γῆς ἔρριψαι, καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς ἐφ' ἡμιόνῳ πομπεύεις, ὥσπερ ᾖς ἄξιος. Ἡ δὲ βασιλὶς αὖθις ἀνθεῖ, καὶ οὐ ζηλότυπος γίνεται κατά σε, ἀλλὰ κοινωνεῖ τῶν σκήπτρων τῇ ἀδελφῇ, καὶ οἷά τις σελήνη δᾳδουχεῖ τὰ ἀνάκτορα. δεῖται δὲ ἡλίου ἵνα λαμπροτέρου φανῇ μεταλαβοῦσα φωτός, καὶ κατὰ τοὺς ἐπιστήμονας ἀπὸ δύσεως τοῦτον ὁρᾷ προερχόμενον, οὐ λοξῷ πορείας σχήματι ὡς ἂν φυσικοὶ φήσαιεν, ἀλλ' ἀκλινεῖ καὶ ὀρθῷ. ὅθεν εἰς σύνοδόν τε ἐκείνῳ ἔρχεται καὶ παμφαὴς γίνεται, καὶ τὸ οἰκεῖον αὖθις οὐκ ἀπόλλυσι φῶς· οὐδὲ γὰρ ἡ μὲν πρόσγειον