μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐδὲ πισ τεύοντες, εἰ καὶ ἐλέγετο, ἀλλ' ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Καὶ ὅλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελί ζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; Ὤιοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. Τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἢ τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. Οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἵνα μὴ τὸ κριθὲν ἐκεῖνο σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἅγιον καὶ τὴν ἐπεσκια κυῖαν αὐτῇ δύναμιν ἐξ ὕψους. Καὶ οἶμαι λόγον ἔχειν ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν· οὐ γὰρ εὔφημον ἄλλῃ παρ' ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι. Ἰάκωβος δέ ἐστιν οὗτος ὃν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών· «Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.» Ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὗτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύνῃ ὡς Φλάβιον Ἰώσηπον ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παραστῆσαι βουλόμενον τοῦ τὰ τοσαῦτα πεπονθέναι τὸν λαὸν ὡς καὶ τὸν ναὸν κατασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα. Καὶ «τὸ θαυμαστόν ἐστιν» ὅτι, τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστόν, οὐδὲν ἧττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. Λέγει δὲ ὅτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. Καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὅστις ἐν τῷ προοιμίῳ εἴρηκεν· «Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου.» Περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. Τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνέσεως ὡς ὁ Ἰησοῦς. Μήποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα, ὡς ὑπελάμβανον, Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων <ἀρρένων>, οὐδὲν δ' ἧττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. Καὶ γὰρ ἀλλαχοῦ λέγουσι· «Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;» ὧν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. Πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλησσόμενοι οὐκ ἐπίστευον μέν, ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων ἃς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ. 10.18 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ πάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστου τῶν προφητῶν ἐν τῇ ἰδίᾳ πατρίδι ἀτιμωθέντος μόνῃ-οὐ παντὸς τοῦ ἀτιμωθέντος ἐν τῇ πατρίδι ἀτιμωθέντος-, ἢ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. Εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημένα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. Εἰ δὲ καθολικόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές-οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαῒμ οὔθ' Ἱερεμίας ἐν Ἀναθώθ-, τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. Χρὴ