πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ παρεδέξατο τὰ λεγόμενα, ἵνα ἐκ τοῦ παραδέχεσθαι ὀφειλέτης γένηται ὧν ἤκουσε καὶ ἀπαιτηθῇ ὡς ὀφειλέτης τῶν λεγομένων τοὺς τόκους; βέλτιον οὖν κατὰ τοῦτο λαβεῖν τὸν ἀκροατὴν ἀπὸ τοῦ λέγοντος λογικὰ ἀργύρια καὶ ὀφείλειν, ἢ μὴ παραδεχόμενον μηδὲ λαμβάνοντα μηδὲ ὀφείλειν. ὡς ἐν ἐγκλή μασι γὰρ κεῖται καὶ τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς». 14.5 Τὸ δὲ «οἴμοι μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ» οὐκ οἶμαι τοῖς ἄλλοις οὕτως ἁρμόζειν προφήταις λέγειν ὡς τῷ Ἱερεμίᾳ· οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἁμαρτή ματα μεταβαλόντες προφητεύειν ἤρξαντο, Ἱερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. Ἡσαΐας οὐκ ἤκουσε· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε»· οὐδὲ εἶπεν· «οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», ἀλλ' ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προ φητείᾳ αὐτοῦ, [εἶδε] καὶ εἶπεν· «οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου», «καὶ ἀπεστάλη» φησί «πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου τοῦτο καθαριεῖ». <μετὰ> τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας· καὶ ἐπροφήτευσε. καὶ ἐπ' ἄλλῳ τὸ παραπλήσιον εὕροις ἄν. ἄλλ' οὐχ οὕτως ὁ Ἱερεμίας· ἔτι γὰρ ἐκ σπαργάνων τῷ πνεύματι τῷ προφητικῷ κοσμηθεὶς ἐκ παίδων προεφήτευσε, διὸ ἔλεγε (τὸ κοινὸν γὰρ πρῶτον διηγοῦμαι)· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινό μενον πάσῃ τῇ γῇ»; Τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε τῷ τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς τὴν μητέρα τὴν σωματικήν, ἀλλὰ πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾷ προφήτας <ἢ> ἡ σοφία τοῦ θεοῦ; ἔλεγεν οὖν τὸ «οἴμοι ἐγώ, μῆτερ», «ὡς τίνα με ἔτεκες», ὦ σοφία; τὰ δὲ τέκνα τῆς σοφίας καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται· «καὶ ἀπο στέλλει ἡ σοφία τὰ τέκνα αὐτῆς». εἴρηται οὖν· «οἴμοι ἐγώ, μῆτερ» ἐμὴ σοφία «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον», τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ», οὐκ ἔχω διηγήσασθαι τὸ «πάσῃ τῇ γῇ»· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασά μενοι ἐροῦμεν τὸ «πάσῃ τῇ γῇ» ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίαν ἀντὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ ἐπεσημειωσάμην τὸ «ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν». τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τῆς κακίας κατέσκαψε καὶ ἐποίησεν ἀντὶ ἐκείνων τῶν βασιλειῶν βασιλεῦσαι [ἡμῶν] τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἐν ταῖς ψυχαῖς ἡμῶν. ὥσπερ οὖν ἐκεῖνα ἐπὶ τὸν Χριστὸν μᾶλλον ἥρμοζεν ἀναφέρεσθαι ἢ ἐπὶ τὸν Ἱερεμίαν, οὕτως ἡγοῦμαι καὶ ἄλλα πολλὰ καὶ ταῦτα. 14.6 Πρῶτον λεκτέον περὶ τοῦ «οἴμοι», <εἰ> διὰ τὸ δυσφημοειδὲς δύναται ὁ σωτὴρ λέγειν ὁ καὶ ταλανίζων ἑτέρους τὸ «οἴμοι». παρα στήσομεν δὲ ἀπὸ ὁμολογουμένων λέξεων, αἵτινες οὐχ ἁρμόζουσιν ἄλλῳ ἢ τῷ σωτῆρι, τίνα τρόπον καὶ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλήμ· κλαίοντος δὲ φωνή ἐστι τὸ «οἴμοι». καὶ κεῖται ἐν τῷ εὐαγγελίῳ ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ' αὐτὴν καὶ εἶπεν· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ μένους πρὸς αὐτήν,