12
παραβὰς ἀποστατήσῃ τῆς πίστεως, καὶ τῶν πρεπόντων ἔργων τῇ πίστει, γέγονε μὲν ὀρφανὸς τοῦ Θεοῦ, τῆς αὐτοῦ προνοίας ἔρημος ὤν. ∆εῖ δὲ τοῦτον ἐπαναγαγεῖν, ὅθεν ἐκπέπτωκεν, ἐπιτιμήσει μετρίᾳ, καὶ λόγοις προσήκουσιν. Ἀλλὰ καὶ ὁ τὰ πονηρὰ πράσσων πατέρα ἔχει τὸν διάβολον, οὗπερ ἀποστὰς γέγονεν ὀρφανὸς ἀγαθὸς, καὶ δεῖται τοῦ χειραγωγοῦντος πρὸς τὸν ὄντως Πατέρα Θεὸν, ἀναγεννηθῆναι διὰ τοῦ Εὐαγγελίου βουλόμενος. Τυγχανέτω οὖν τῆς προσηκούσης οἰκονομίας παρὰ τῶν τὰ κοινὰ διοικούντων. Καὶ ἡ χήρα δὲ ἡ ὄντως χήρα, καὶ πάσης ἔρημος βοηθείας, καὶ προσκειμένη λειτουργίᾳ Θεοῦ· καὶ ἡ ἀναλόγως ταύτῃ χήρα, τοῦ νυμφίου Λόγου, ψυχὴ ἐκπορευθεῖσα τοῖς δαίμοσιν, τῆς προσηκούσης ἀναλόγως ἑκατέρα βοηθείας ὀφείλει τυχεῖν. Εἴποις δ' ἂν χήραν καὶ τὴν κατὰ σάρκα τῶν Ἰσραηλιτῶν Ἐκκλησίαν ἀποθεμένην τὸν τοῦ νόμου ζυγὸν, ὥστε μηκέτι μοιχαλίδα χρηματίζειν γενομένην ἀνδρὶ ἑτέρῳ Χριστῷ, ἣν δεῖ παρ' ἡμῶν δικαιοῦσθαι, τὴν τοῦ Εὐαγγελίου δικαιοσύνην μανθάνουσαν. Ταῦτα πάντα δεῖ προσεῖναι ἡμῖν ἐνώπιον τοῦ Θεοῦ, οὐ κατ' ὀφθαλμοφάνειαν, οὐδ' ὡς ἔνδοθεν εἶναι λύκους ἅρπαγας. Οὐδ' ἵνα τις, κατὰ τὸν Ἱερεμίαν, "Τῷ στόματι λαλῇ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχῃ τὴν ἔχθραν." Περὶ οὗ, φησὶν ὁ ∆αβίδ· "Ἡπαλύνθησαν ὁ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες." Κἂν γὰρ λανθάνειν οὗτοι σπουδάζοιεν· ἀλλ' ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτοὺς, νεφροὺς καὶ καρδίας εἰδώς. ∆ιὸ καὶ Παῦλός φησι· "Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων." Ἐὰν δέ τις ἐξάρῃ τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν Κυρίου, γίνεται Ναθαναὴλ ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὁ δὲ τοιοῦτος, παῤῥησίαν πως λαβὼν, εἰς τὸ δικαστήριον ἀπαντᾷ τοῦ Θεοῦ. Ἀξιοῖ γὰρ διὰ φιλανθρωπίαν πρὸς ἡμᾶς διελέγχεσθε, δεικνὺς ὅσα εὐεργετήσας ὅσα πέπονθεν ὑφ' ἡμῶν. Καὶ ὅμως ἀμνηστίαν ποιεῖται τῷ προειρημένῳ, καὶ αἵματι πεφοινιγμένους καθαίρων ἡμᾶς διὰ τῆς 1853 τοῦ λουτροῦ παλιγγενεσίας, καὶ βασιλείαν οὐρανῶν ἐπαγγέλλεται. Πρὸς ὃν λέξομεν ἐλεγχόμενοι [ὧδε], "Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;" Πολλαχοῦ δὲ τῆς Γραφῆς ἔχομεν ὡς ὁμοτίμως τοῦ Θεοῦ τοῖς ἀνθρώποις εἰς κρίσιν συγκαταβαίνοντες." Φησὶ γὰρ αὐτός· "Κύριος ἥξει εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ." Καὶ Μιχαίας δέ φησιν, "Ἀκούσατε λόγον Κυρίου· Κύριος εἶπεν· Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὅρη, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ αὐτοῦ διελεγχθήσεται." Θεῷ γὰρ πρέπουσα κρίσις ἡ κοινωνικὴ μᾶλλον, ἢ τυραννικὴ, τόπον ἀπολογίαις τοῖς κρινομένοις παρέχουσα. Γραφικῆς δὲ ταῦτα προσωποποιίας μέριμναν ἡμῖν ἐμποιούσης τῆς ἐκ τῶν ἔργων ἀπολογίας. Οὐ γὰρ ἀκούσομέν τι καὶ λέξομεν. Ἡ δὲ κρίσις μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Τοῦτο καὶ παρὰ τῷ ∆ανιὴλ λεγόμενον σημαίνουσι βίβλοι, ἐν τῷ μνημονευτικῷ τῶν ἀνθρώπων ἀνακινεῖσθαι διδάσκουσαι τῶν πεπραγμένων τοὺς τύπους, μνημονεύοντος ἑκάστου καὶ βλέποντος δι' ὃ κολαζόμεθα. Ὁ τοίνυν ἔλεγχος οὐχ ὡς κρινομένων ἡμῶν τῷ ∆εσπότῃ (δικαιωθήσεται γὰρ ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρινόμενος. Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν), ἐλεγχομένων δὲ μᾶλλον ἐν ἑαυτοῖς, ὡς "Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς." Τὸ δὲ θεῖον λοῦτρον οἱ μέν φασιν ἀρκεῖν πρὸς τὸ λευκαίνειν ἡμᾶς ὡς χιόνα ∆υσέκπλυτον γὰρ οὐδέν φασι Θεοῦ διασμίχοντος. Κατὰ Παῦλον εἰπόντα· "Οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Καὶ, "Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Οἱ δέ φασιν καθαίρειν μόνον, πράξεων δὲ χρῆναι πρὸς τὴν τοσαύτην λαμπρότητα, ὁποία ἡ ὀρφανοῦ κρίσις, καὶ χήρας δικαίωσις. Τοῦ δὲ φοινικοῦ τὸ κόκκινόν ἐστιν ἐρυθρότερον, ὅθεν ἀναλογεῖ τὸ μὲν πρὸς χιόνα, τὸ δὲ πρὸς ἔριον. Ἐρυθρῷ δὲ χρώματι τὰς ἁμαρτίας ἀπείκασεν, ὡς φοίνικας τῶν ἡμετέρων ψυχῶν. Ἀλλ' ἡ μέν