σχολῶν ἐποίησε, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. 11. Τῷ ζʹ αὐτοῦ ἔτει ἐξέρχεται ὁ βασιλεὺς μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ Ἀγαρηνῶν. καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸν Σαμοσάτορα πλούτῳ κομῶντα διὰ τὸ ἀμερμουμνῆν ἐκεῖθεν εἶναι παραλαβών, ἐπανῄει τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέταξε παλάτιον οἰκοδομηθῆναι καὶ παραδείσους φυτευθῆναι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γεγόνασιν. ἐκεῖθέν τε εἰς τὴν πόλιν ἀφικόμενος, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι λευκῷ ἐποχησάμενος καὶ τὰ λάφυρα θριαμβεύσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων "καλῶς ἦλθες, ἀσύγκριτε φακτωνάρη." 635 12. Τῷ ηʹ τούτου ἔτει, τοῦ πατριάρχου Ἀντωνίου τελευτήσαντος, ἀντ' αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, Ἰαννὴς δὲ μᾶλλον καὶ Ἰαμβρής, ὁ ἐπὶ τοῦ Ἀρμενίου καὶ παραβάτου Λέοντος μνημονευθεὶς γραμματικός, βεβοημένος ἐπί τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ. ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ βασιλέως ἀσεβείας σὺν αὐτῷ πάντα τὰ πρὸς ἀπώλειαν κατειργάσατο· καὶ ὃν ὤδινεν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς ἐξέρρηξε καὶ ἀπέτεκεν, τὰς ἁγίας εἰκόνας ἀναχρίσεσθαι προστάξας ἢ ἐπαλείφεσθαι. 13. Οὗτος ὁ Ἰωάννης πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι τοῦ νῦν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν· ὃ καὶ ἀοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. 14. Ἐν τούτοις Ἀγαρηνοῦ τινὸς γυναίου πνεῦμα Πύθωνος ἔχοντος, ὃ αἰχμάλωτον ἔλαβεν, ἐκμαντεύεσθαι μαθὼν ὁ βασιλεὺς μετακαλεσάμενος ἐκπυνθάνεται, τίνος ἡ βασιλεία ἐν πολλοῖς διαρκέσει ἔτεσι· καὶ ἐξεῖπεν "ἡ τῶν Μαρτινακίων." κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως τὸν μονήρη βίον κατέκρινε Μαρτινάκιον, τὸν αὐτοῦ οἶκον ποιήσας εἰς μοναχῶν φροντιστήριον. ἐντεῦθεν καὶ Κωνσταντίνῳ τῷ Τριφυλλίῳ τὰ συμβησόμενα αὐτῷ προδεδήλωκεν, ὅτι ὡσαύτως καὶ σὺ καὶ τὰ τέκνα ἀποκαρήσεσθε κληρικοὶ ἐπὶ αὐτοκράτορος Βασιλείου· ὃ καὶ συμβέβηκεν. 636 ὁμοίως καὶ ἄλλοις πολλοῖς τὰ συμβησόμενα αὐτοῖς προύλεγε, καὶ τὸν βασιλέα τὰ μετὰ θάνατον αὐτοῦ ὀφείλοντα γενέσθαι ἀκριβῶς προηγόρευσεν, ἀλλὰ καὶ τὴν τῶν εἰκόνων προσκύνησιν καὶ τὴν τοῦ Ἰαννῆ καθαίρεσιν. καὶ Γεωργίῳ δὲ τῷ τὰς στρατιωτικὰς δέλτους ἐπειλημμένῳ ἐπὶ τῇ σφενδόνῃ εἶπεν τῇ κατὰ τοῦ ἱπποδρόμου ἀποκτάνεσθαι, καὶ τὴν ὕπαρξιν αὐτοῦ τῷ βασιλείῳ ἀνειλῆφθαι ταμείῳ. 15. Τῷ θʹ αὐτοῦ ἔτει Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐξῄεσαν, καὶ ὁ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ' αὐτῶν ἐχώρει. καὶ συμβολῆς γενομένης ἡττηθεὶς ὁ βασιλεὺς μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ' αὐτῶν περισωθῆναι ὑπολαμβάνων. Μανουὴλ δὲ ὡς ἔγνω περισκοπῶν ἐν μέσῳ τῶν Περσῶν τὸν βασιλέα ὄντα, αὐτοὺς δὲ βουλομένους ἤδη τοῖς Ἄραψι τοῦτον παραδοῦναι καὶ δι' αὐτοῦ καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος ἐξεῖλκεν ἄκοντα τοῦτον, αἰσχύνην ἡγούμενος οὐ καθεκτήν, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἐβούλετο. ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν. ὁ δὲ φοβηθεὶς ἐξῆλθεν. ἐκεῖθέν τε ἐξ αἰσχύνης ὑποστρέφει ἐν τῷ ∆ορυλαίῳ. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτελεύτησεν, πολλὰς ἀνδραγαθίας κατὰ Ἀγαρηνῶν ποιησάμενος· τὸ δὲ σῶμα 637 αὐτοῦ ἀπεκομίσθη ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ, τῇ σύνεγγυς κειμένῃ τῆς τοῦ Ἄσπαρος κινστέρνης. (16) καὶ εὐθὺς διαβολαὶ πρὸς τὸν βασιλέα κατὰ Περσῶν καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρτου καὶ προδότου καὶ δυσμενοῦς. ταῦτα μαθὼν Θεόφοβος, τοὺς Πέρσας καταλαβὼν κατῆλθεν ἕως Σινώπης· ἥτις τὴν κλῆσιν εἴληφεν ἀπό τινος τῶν Ἀμαζόνων αὐτὴν δειμαμένης, Ἄμαστρις δὲ ἡ πρὶν Κρῶμμα ὠνομασμένη ἀπὸ Ἀμάστριδος τῆς Περσίδος, θυγατρὸς