Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ φυλαττομένων ὁμολογεῖν τὰς καρδίας. δεινὴν ἁμαρτίαν ἐξήλεγχε τὴν τῆς ὁμολογίας παρά στασιν· θεοῦ γὰρ ἔφησε πίστιν ἀθετεῖν τοὺς τοῦτο ποιοῦντας· οὐ γὰρ εἰς ἕτερόν τινα πιστεύειν ἢ εἰς θεὸν τὸν εἰς αὐτὸν πεπιστευκότα, διότι, φησίν, πατὴρ ἐν υἱῷ θεωρεῖται. οὐ τοίνυν ὡς ὑπηρέτην δεξάμενός τις ἐδέξατο τὸν ἀποστείλαντα, οὕτως ἔλεγεν τὸν εἰς αὐτὸν πιστεύοντα πιστεύειν εἰς τὸν θεόν· οὐκέτι γὰρ ἂν ἀκολούθως εἶχεν τὸ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με· ἡ μὲν γὰρ πρὸς τὸν ὑπηρετοῦντα πίστις παρωθουμένη τὸν ὑπηρέτην πρὸς τὸν ἀποστεί λαντα θεωρεῖ, ὁ δὲ ἐν θεωρίᾳ υἱοῦ πατέρα θεωρῶν οὐχ ὑπερβαίνων Ἰησοῦν ἐπὶ πατέρα τρέπεται, ἀλλ' ἐν υἱῷ μένων καὶ ἱστάμενος τὸν πατέρα λαμβάνει. ὥστε τὸ ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ μέχρι τῆς σαρκὸς καὶ τοῦ ἀνθρωπίνου προσώπου τὴν δήλωσιν ἔχει. ἀφ' οὗ δὴ προάγων καὶ ἀναβιβά ζων τὰς καρδίας τῶν ἀνθρώπων ὁ θεωρῶν ἐμέ, φησίν, θεωρεῖ τὸν πέμ ψαντά με, τοῦτ' ἔστιν ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας, οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμέ, εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν, οὐκ εἰς ἄνθρωπον ψιλὸν πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ' εἰς θεοῦ δύναμιν, ἐν ᾗ πατὴρ γινώσκεται καὶ πιστεύεται. 90 Jο 12,50 Αὐτοῦ τὰ ῥήματα καὶ μετ' ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ λόγος ἐστὶν ὁ τοῦ θεοῦ, "δι'" οὗ "τὰ πάντα ἐγένετο" , ὃς "εἰς τὰ ἴδια" ἥκει καὶ διαλέγεται μετ' ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ θεοῦ δεδομένων λόγων· οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ "ἐγὼ λέγω ὑμῖν" καὶ τὸ ἐν παραθέσει τῇ πρὸς τοὺς θεοῦ νόμους· παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπου τὸ "οὐ φονεύσεις" καὶ τὸ "οὐ μοιχεύσεις" ἐπιφέρει καθ' ἕκαστον τὸ "ἐγὼ δὲ λέγω ὑμῖν" · οὐδὲ ἀλλοτρία τοῦ σωτῆρος ἡ νομοθεσία οὐδὲ ἐξ ἀποκαλύψεως λαλεῖ οὐδὲ προστεταγμένα διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν τὴν ἰδίαν αὐτοῦ καὶ τὴν προαιώνιον ὕπαρξιν.

91 Jο 13,1 Πρώτη δὲ καὶ πρόχειρος ὠφέλεια ταπεινοφροσύνης

ὑπερβαλλούσης παρά δειγμα καὶ τῆς μεγίστης ἀγάπης. μετάβασιν δέ φησι τὴν ἐξ

ἀνθρωπίνης εὐτε λείας ἐπὶ τὴν ὑπερουράνιον δόξαν. 92 Jο 13,6-11 Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον· κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς παρ' ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον ἐπαγγέλ λοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον "ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην" . καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τοῦτ' ἔστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ' ἑαυτούς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς οὐ πάντας καθαροὺς διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὸν ἐν αὐτῷ ἅπασαν ἀκαθαρσίαν ἔχοντα. 93

Jο 13, 14-16 Οὐδεὶς οὐδεμιᾶς φύσεως δοῦλος ἐν ἀνθρώποις οὐδὲ φυσικῶς ἔχων τις τὸ ἀποστέλλειν ἢ τὸ ἀποστέλλεσθαι, ἀλλὰ θεὸς καὶ μόνος φύσει δεσπότης ὡς ποιημάτων ἑαυτοῦ ὑπὲρ τὴν δουλικὴν ὢν φύσιν, αὐτὸς καὶ μόνος ἀποστολεὺς φύσεως ὑπὲρ τὸ ἀποστέλλεσθαι ὢν αὐτός. ἐνταῦθα δὴ καὶ ἀδύνατον φαίνεσθαι τοὺς δούλους ὑπερβῆναι τὸν κύριον καὶ τοὺς ἀποστόλους τὸν ἀποστολέα· τὸ γὰρ φύσει μεῖζον οὐχ ὑπερβαίνεται. 94 Jο 13, 21 Ἐν τούτοις καὶ τὸ γνωστικὸν καὶ τὸ

13