Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

Rom 13,1 Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπο γραφῆς, ὡς ἐν ταῖς Πράξεσι λέγει Γαμαλιήλ, ἀπέστησε λαὸν πολὺν ὀπίσω αὐτοῦ, κωλύων ἐπακοῦσαι τῷ Ῥωμαίων ἐπιτάγματι καὶ ἀπογράψαι τὰς οὐσίας, ἐφ' ὃ παρῆν Κυρῆνος εἰς τὴν Συρίαν ἀποσταλείς. ἐκ δὲ τῆς αἰτίας ταύτης ἀφίσταντο Ῥωμαίων οἱ τῷ Ἰούδᾳ πειθόμενοι, προφάσει τοῦ μὴ δουλεύειν ἀνθρώποις ἀλλὰ θεῷ μόνῳ. πάσας τε τιμωρίας ὑφίσταντο προθύμως, εὐσεβείας ὑπολήψει, ὑπὲρ τοῦ μηδένα ἄνθρωπον προσαγορεύειν δεσπότην, καὶ πρὸς τοὺς μὴ τὰ αὐτὰ φρονοῦντας μηδὲ συναφισταμένους διεστασίαζον. Φαρισαῖοι δὲ ἦσαν οἱ τὰ ἐναντία τούτοις ἡγούμενοι καὶ Σαδδουκαῖοι. ἐπεὶ τοίνυν ἡ τοῦ Ἰούδα αἵρεσις αἰτία φόνων τε ἐμφυλίων καὶ τῆς πρὸς τοὺς ἄρχοντας ἀντιστά σεως ἐπὶ κακῷ τοῦ ἔθνους ἐπεγένετο, δοκεῖ μοι νῦν ὁ ἀπόστολος ἐξαίρειν τὴν ταύτης μίμησιν, ὥς τινων εὐσέβειαν εἰς θεὸν ἡγουμένων τὸ μὴ κατακούειν ἀρχόντων. διὸ καὶ πολὺν τὸν περὶ τούτου ποιεῖται λόγον ἐξελέγχων τῆς γνώμης τὸ ἐσφαλμένον.

Rom 14,1-3 Περὶ τῶν ἀδιαφόρων διαλέγεται, ἅπερ οὐδὲν διαφέρει πραχθῆναι ἢ μὴ πραχθῆναι, ἀδιαφορεῖν μὲν περὶ αὐτὰ συμβουλεύων, τὸ δὲ ἐν αὐτοῖς εἰς ἀγάπην ἀνῆκον τὴν τοῦ πλησίον μηκέτι ἀδιάφορον ὑπολαμ βάνειν. ἀδιάφορον μὲν πᾶν ἔδεσμα εἰς καθαρότητος λόγον, ἁγιαζόμενον τῇ Χριστοῦ δυνάμει. ἀλλ' οὐ πάντες οὕτως ἐρρωμένοι τῇ πίστει· ὡς μηδὲν ἔχειν μολυσμοῦ δέος ἐν τοῖς τοιούτοις. οὐκέτι οὖν ἀδιάφορον ἡγητέον ταράττειν ἢ μὴ ταράττειν τὸν τοιοῦτον, ἀλλὰ σπουδαστέον ὅπως μὴ χωρὶς τοῦ πιστεύειν ἐσθίειν ἀναγκαζόμενος συγχέοιτο τὴν ψυχήν, ὡς πονηρὸν μὲν τὸ βρῶμα ὁρῶν, ὡς ἀγαθὸν δὲ προσφερόμενος. ἔστι τις ἐρηρεισμένος τῇ Χριστοῦ πίστει ὡς πᾶν κρέας ἁγιαζούσῃ καὶ μηδὲν εἰδωλόθυτον εἶναι συγχωρούσῃ, ὥσπερ αὐτὸς ὁ ἀπόστολος πιστεύων ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἀποφαίνεται· ἕτερος δὲ διὰ τὸ ὀλιγοπίστως ἔχειν ἔτι παραιτεῖται κρεῶν βρῶσιν ὡς μὴ περιτυγχάνειν εἰδωλοθύτῳ. ἐπαινείτωσαν ἀμφότεροι τὴν περὶ τούτου πρὸς ἀλλήλους ἀμφισβήτησιν, φυλαττόμενος ὁ ἕτερος τὸν ἕτερον ἀναγκάζειν παρὰ τὸ δοκοῦν αὐτῷ. καὶ μήτε ὁ ἐκ πίστεως γενναιοτέρας ἐσθίων τὸν ἀσθενοῦντα περὶ τὴν 79 βρῶσιν ὡς ὀλιγόπιστον ἐξευτελιζέτω, μήτε ὁ φυλαττόμενος ὡς ἀκάθαρτον τὸ ἔδεσμα τὸν ἀδιαφοροῦντα περὶ αὐτὸ ἀκαθαρσίας κρινέτω. ἤρξατο μὲν οὖν ἐκ τοῦ πρὸς τοὺς ἐρρωμένους λόγου, τὴν ὑπὲρ τῶν βρωμάτων ὡς ἀδιαφόρων μάχην ἀξιῶν, ἐπανεῖναι πρὸς τοὺς ἀρρωστοτέρους, προϊὼν δὲ καὶ τοῖς ἑτέροις τὸ ἴσον ὑπέθετο, τὴν ὑπὲρ τῆς ἀποχῆς ἔριν παραπέμψασθαι συμβουλεύων· ὁμονοητικώτερος γὰρ οὕτως καὶ ἀλυ πότερος ὁ λόγος ἐγίνετο πρὸς ἀμφοτέρους ἀποτεινόμενος. Ro+m 14,10 Ἐπὶ τῶν προειρημένων πραγμάτων καὶ τῶν τοιούτων τὸ κρίνειν ἀλλήλους κωλύει, ἃ μηδαμῶς χωρίζειν θεοῦ δύναται, ὡς καὶ ὁ κύριος τί βλέπεις τὸ κάρφος, φησίν, ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; προειπών· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. τὸ γὰρ περὶ μικρῶν ἐλαττωμάτων ἃ κάρφεσιν ἔοικε παρενοχλοῦσιν ὀφθαλ μούς, καταδικάζειν τοὺς τὰ μέγιστα κατορθοῦντας, ἐνόχους ποιεῖ τῷ δικασμῷ ᾧ αὐτοὶ καθ' ἑτέρων ἐκφέρουσιν. εὐθὺς γοῦν αὐτοὶ τὸ κατ εξανίστασθαι τῶν ἀδελφῶν πολὺ μεῖζον οὗ προφέρουσιν ἐγκλήματος, ὡσανεὶ καὶ δοκὸς πρὸς κάρφος συγκρίνοιτο. τὸ δὲ περὶ μικρῶν εἶναι καὶ οὐδὲν μέγα βλαπτόντων τὰς τοιαύτας κρίσεις ἃς ἀπηγόρευσεν ὁ σωτὴρ καὶ ὁ ἀπόστολος, δηλοῦται καὶ ἐξ αὐτῆς τῆς ὀνομασίας· ἀδελφοὶ γὰρ ἡμῶν εἴρηνται, οὓς κεκωλύμεθα κρίνειν εἰ δὲ ἡμῶν ἀδελφοί, καὶ θεοῦ υἱοί. τὰ δὲ τῶν υἱῶν ἐλλείμματα μικρὰ καὶ οὔπω ἁμαρτήματα, ἐπεὶ ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει κατὰ τὸν Ἰωάννην, ὥστε ὁ ἁμαρτάνων οὐκ ἔστιν ἐκ θεοῦ οὐδὲ ἡμέτερος

13