De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
1.35 Γʹ Ἑορτὴ τῶν Φώτων.
Ἄκτα τῶν δύο μερῶν ∆οχὴ πρώτη, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ "Σήμερον ὁ συντρίψας ἐν ὕδασι τὰς κεφαλὰς τῶν δρακόντων τὴν κεφαλὴν ὑποκλίνει τῷ Προδρόμῳ φιλανθρώπως." ∆οχὴ βʹ, τῶν Πρασίνων, φωνὴ πλαγ. δʹ· "Χριστὸς ἁγνίζει λουτρῷ ἁγίῳ τὴν ἐξ ἐθνῶν αὐτοῦ Ἐκκλησίαν." ∆οχὴ γʹ, τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. αʹ· "Πυρὶ θεότητος Ἰορδάνου ὕδασι? φλόγα σβεννύει τῆς ἁμαρτίας." ∆οχὴ δʹ, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ· "Ὁ συνάναρχος τῷ Πατρὶ Θεὸς Λόγος ἐν Ἰορδάνῃ σήμερον προῆλθε βαπτισθῆναι, καὶ τὴν κάραν ὑποκλίνει δουλικῶς τῷ Προδρόμῳ, ὃν οὐρανῶν αἱ δυνάμεις τρέμουσι καθορῶσαι· ἀλλ' ὁ τὸν κόσμον φωτίσας τῇ αὐτοῦ ἐπιφανείᾳ ὑψώσῃ καὶ μεγαλύνῃ τὸ κράτος τῆς ὑμῶν βασιλείας εἰς εὐτυχίαν καὶ δόξαν τῶν Ῥωμαίων." ∆οχὴ εʹ, τῶν Πρασίνων, ἦχ. πλάγ. δʹ· "Χριστὸς ἐνδύεται ῥεῖθρα φιλανθρώπως τοῦ Ἰορδάνου." ∆οχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. αʹ· "Πυρὶ τῆς θεότητος Ἰορδάνου" καὶ τὰ ἑξῆς. Ἀκτολογία τῆς ϛʹ δοχῆς· λέγουσιν οἱ κράκται· "Ὁ βαπτισθεὶς ἐν ὕδασιν Ἰορδάνου." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ 1.36 ὑμῖν χρόνοι." Οἱ κράκται· "Καὶ τὴν κάραν ὑποκλίνας δουλικῶς τῷ προδρόμῳ·" Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις·" ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη." Ὑποστροφὴ τῶν δεσποτῶν τῇ αὐτῇ ἑορτῇ. ∆οχὴ αʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. αʹ· "Ὁ συνάναρχος τῷ Πατρὶ Θεὸς Λόγος" καὶ τὰ ἑξῆς. ∆οχὴ βʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. γʹ· "Ὁ φωτίζων ἐν Πνεύματι τῷ ἁγίῳ ἐβαπτίσθη ὕδατι ἐπιγείῳ, καὶ τὸ φῶς τοῦ βαπτίσματος ἐδωρήσατο ἀνθρώποις· ἀλλ' ὁ ταῦτα τελέσας Χριστὸς φιλανθρωπίᾳ τὸ ὑμέτερον βασίλειον κράτος κατὰ σειρὰν ἀδιάδοχον κελεύῃ εὐτυχεῖν Ῥωμαίοις καὶ βασιλεύειν." ∆οχὴ γʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. αʹ· "Ὁ κεφαλὰς τῶν δρακόντων, εὐεργέται, ἐν Ἰορδάνου τοῖς ῥεύμασι συντρίψας, πρὸ ποδῶν ὑμῶν συντρίψῃ τὰς κεφαλὰς τῶν βαρβάρων· θεόστεπτοι εὐεργέται, ἡ Τριὰς ἡ τρισάγιος τὰς νίκας ὑμῶν πληθύνῃ· ὁ βαπτισθεὶς ὑπὲρ ἡμῶν κατὰ σάρκα καὶ ἁγιάσας τὴν φύσιν τῶν ὑδάτων." ∆οχὴ δʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. δʹ· "Ὁ τῇ παλάμῃ βαπτισθεὶς σήμερον τοῦ Προδρόμου τῇ φρικτῇ αὐτοῦ παλάμῃ βασιλεῖς ὑμᾶς κηρύττῃ, θεόστεπτοι εὐεργέται, καὶ χρηστοὺς ὑμᾶς δεικνύῃ πάσῃ τῇ οἰκουμένῃ. Τῷ λουτρῷ γὰρ ἁγιάσας, τῆς ἀφθαρσίας τῷ ἐλαίῳ βαπτίζῃ τὴν βασιλείαν, σωτηρίαν δωρούμενος τοῖς Ῥωμαίοις καὶ ἀντίληψιν μεγίστην καὶ δόξαν τῆς βασιλείας." ∆οχὴ εʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. δʹ· Τὸ φῶς ἐπέφανεν ὑλικῶς ἐν σώματι, ἵνα φῶς γενόμενοι Θεοῦ 1.37 φωτὶ μιγῶμεν. Πάρεστιν ὕδατι πλύνων καὶ τελειῶν τῷ πνεύματι, συγκατέλθωμεν τούτῳ, ἵνα συνανυψωθῶμεν. Σημειωθῶμεν μυστικῶς τοῦ μυστηρίου τὴν ἰσχὺν ἐγνωκότες, ἀναλάβωμεν οἱ πάντες τὸν δεύτερον μὴ τὸν πρῶτον Ἀδὰμ ὡς ἀναγεννηθέντες." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· "Προσκυνήσαντες τοῦ ἐπιφανέντος Χριστοῦ τὴν δόξαν·" ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν."
1.38 ∆ʹ Ἄκτα τῇ ἑορτῇ τοῦ ἁγίου Πάσχα.
∆οχὴ πρώτη, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· "Θεϊκῆς ἐγέρσεως δυναστείᾳ ὁ τοῦ θανάτου πόλεμος διελύθη." ∆οχὴ βʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· "Φωτὸς ἀπροσίτου λαμπηδόνες νεκροῖς ἐπέλαμψαν τοῖς ἐν σκότει. Χριστὸς γὰρ ὤφθη νεκρὸς ἐν τάφῳ, θανάτῳ θάνατον θανατώσας, συνανέστησε τοὺς δεσμίους τῇ τριημέρῳ αὐτοῦ ἐγέρσει· αὐτὸς τὴν δόξαν ὑμῶν, δεσπόται, εἰς μῆκος χρόνων φυλάξῃ ἐν τῇ πορφύρᾳ." ∆οχὴ γʹ· τῶν Βενέτων, φωνή, ἦχ. γʹ· "Πάσχα Κυρίου σήμερον καθορῶντες μελῳδικῶς κραυγάζομεν ὁμοφρόνως." ∆οχὴ δʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· "Θεϊκῆς ἐγέρσεως δυναστείᾳ," καὶ τὰ ἑξῆς. ∆οχὴ εʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· "Ὁ ἀχρόνως τῷ Πατρὶ συμβασιλεύων ἐπ' ἐσχάτων τοῖς ἀνθρώποις χρονικῶς συνανεστράφη, καὶ ἐν τῷ σταυρῷ τὸν ᾅδην καὶ θάνατον αἰχμαλωτίσας, τριημέρῳ αὐτοῦ ἐγέρσει