ἐπεστάτει καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. ὁ δὲ αὐτὸν προθύμως δέχεται καὶ οἰνοχοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. οὐ πολλοῦ δὲ χρόνου, ἐπεὶ ἑώρα αὐτὸν Ἀρτεμβάρης εὖ καὶ ἐπιστρεφῶς διακονοῦντα καὶ τὴν φιάλην εὐσχημόνως ἐπιδιδόντα, πυνθάνεται βασιλεὺς Ἀρτεμβάρου ὁπόθεν εἴη ὁ νεανίσκος, ὡς καλῶς οἰνοχοεῖ. ὁ δ' εἶπεν· ὦ δέσποτα, σὸς δοῦλος, Πέρσης γένος, ἐκ τῶν Μάρδων, τροφῆς δὲ χάριν ἑαυτὸν δεδωκώς μοι. ἦν δὲ ὁ Ἀρτεμβάρης πρεσβύτης· καί ποτε δεῖται βασιλέως, ἐπεὶ ἐπύρεξε, μεθεῖναι αὐτὸν εἰς οἶκον ἔστ' ἂν ὑγιάνῃ. ἀντὶ δ' ἐμαυτοῦ, ἔφη, ὁ νεανίσκος ὅδε, (Κῦρον λέγων), ὃν σὺ ἐπαινεῖς, οἰνοχοήσει· υἱὸν δ' αὐτὸν κἀγὼ ποιήσομαι, εὐνοῦχος ὤν, εἴ σοι τῷ δεσπότῃ οἰνοχοῶν καταθύμιος γένοιτο. ταῦτα ἐπῄνει ὁ Ἀστυάγης· καὶ ὁ μὲν ἀπελύετο πολλὰ ἐντειλάμενος Κύρῳ καὶ φιλοφρονησάμενος ὡς ἂν υἱῷ, ὁ δὲ παρεστὼς βασιλεῖ τήν τε φιάλην ἐδίδου καὶ ᾠνοχόει νύκτα καὶ ἡμέραν, ὑπέφαινέ τε πολλὴν σωφροσύνην καὶ ἀνδρείαν. ὁ δ' Ἀρτεμβάρης ἐκ τῆς νόσου ταύτης θνήσκει υἱοποιησάμενος τὸν Κῦρον. δίδωσιν οὖν αὐτῷ ὁ Ἀστυάγης ὡς ἂν υἱεῖ τὸν σύμπαντα βίον Ἀρτεμβάρεω καὶ ἄλλα πολλὰ δῶρα, μέγας τε ἦν καὶ ὄνομα αὐτοῦ πάντῃ διεφέρετο. Ἦν δὲ Ἀστυάγῃ θυγάτηρ πάνυ γε γενναία καὶ εὐειδής, ἥντινα Σπιτάμᾳ δίδωσι τῷ Μήδῳ ἐπὶ προικὶ πάσῃ Μηδίᾳ. Κῦρος δὲ μεταπέμπεται τόν τε πατέρα Ἀτραδάτην καὶ Ἀργόστην τὴν μητέρα ἐκ Μάρδων. οἱ δὲ ἧκον ἐπ' αὐτῷ μεγάλῳ ὄντι. ἐξηγήσατο 25 δ' αὐτῷ καὶ ἡ μήτηρ ὄνειρον, ὡς κύουσα αὐτὸν δόξαι κοιμηθεῖσα ἐν τῷ ἱερῷ, ἡνίκα ἐν Μάρδοις ἦν αἰπολοῦσα. ἔδοξα γάρ, ἔφη, οὐρῆσαι τοσοῦτον κύουσα, ὦ Κῦρε, σέ, ὥστε ποταμοῦ μεγάλου ῥεύματι ὅμοιον γενέσθαι τὸ πλῆθος τοῦ οὔρου καὶ κατακλύσαι πᾶσαν τὴν Ἀσίαν, ῥυῆναι δὲ αὐτὸ ἄχρι θαλάττης. καὶ ὁ πατὴρ ἀκούσας κελεύει τοῖς ἐν Βαβυλῶνι Χαλδαίοις ὑπερθεῖναι. Κῦρος δὲ τὸν λογιώτατον αὐτῶν καλέσας ἐξηγήσατο· καὶ ὃς ἀποκρίνεται μέγα τε εἶναι τὸ προφαινόμενον ἀγαθὸν καὶ τὴν πρώτην αὐτῷ τιμὴν φέρον ἐν Ἀσίᾳ· δεῖν δὲ κρύπτειν, ὡς μὴ Ἀστυάγης ἀκούσῃ· κάκιστα γὰρ σέ τε ἀποκτενεῖ κἀμὲ τὸν κριτῆρα αὐτοῦ. ὤμοσαν δὲ ἀλλήλοις μηδενὶ κατερεῖν τὴν ὄψιν μεγάλην τε οὖσαν καὶ οἵαν οὐκ ἄλλην. ἐκ τούτου πολὺ μείζων ὁ Κῦρος γενόμενος σατράπην τὸν αὐτοῦ πατέρα Περσῶν ἐποίησεν καὶ τὴν μητέρα πλούτῳ τε καὶ δυνάμει Περσίδων πρώτην. Καδούσιοι δὲ τότε πολέμιοι ἦσαν βασιλεῖ, ἄρχοντα ἔχοντες Ὀναφέρνην, ὅστις προδιδοὺς τὸ ἔθνος τὰ βασιλέως ἐφρόνει, καὶ πέμψας ἄγγελον παρὰ Ἀστυάγην ᾐτεῖτο ἄνδρα πιστόν, ὡς σὺν αὐτῷ βουλεύσειεν τὰ περὶ τῆς προδοσίας. καὶ ὃς ἐκπέμπει Κῦρον, ὡς ἂν πάντα συμπράξειεν· ἡμέρᾳ δὲ τεσσαρακοστῇ ὥρισεν αὐτῷ παρ' αὐτὸν εἰς Ἐκβάτανα ἀνελθεῖν. καὶ ὁ τοῦ ὀνείρου κριτὴς παρεθάρρυνεν αὐτὸν εἰς Καδουσίους ἀπελθεῖν, καὶ φρονήματος ἐνεπίμπλα. εἰσῄει δὲ Κῦρον, ἅτε φύσει γενναῖον καὶ μεγαλόφρονα, ὡς χρὴ θεοῦ συλλαμβανομένου Πέρσας ἀποστῆσαι καὶ Ἀστυάγην πειρᾶσθαι τῆς ἀρχῆς παύειν, πιστεύειν τε τῷ Βαβυλωνίῳ τὰ θεῖα κάλλιστα ἐξεπισταμένῳ. ἐθάρρυνον δὲ ἀλλήλους· ὁ μὲν Βαβυλώνιος Κῦρον ὅτι εἱμαρμένον εἴη αὐτὸν καταλῦσαι Ἀστυάγην καὶ τὴν ἐκείνου βασιλείαν ἑλεῖν, καὶ τοῦτ' αὐτὸς ἄριστα γινώσκειν· ὁ δ' αὖ Κῦρος τὸν Βαβυλώνιον, ὅτι μεγάλων αὐτὸν καταξιώσει γενομένων τούτων, ἐὰν αὐτὸς βασιλεὺς γένηται. ἐνεθυμεῖτο δὲ ὡς καὶ Ἀρβάκης παύσας Σαρδανάπαλλον πρότερον τὴν ἐκείνου τιμὴν ἀφέλοιτο. καίτοι οὔτε Μῆδοι κρείσσους Περσῶν, οἷς ἐκεῖνος ἐπίστευεν, οὔτε Ἀρβάκης φρονιμώτερος ἐμοῦ· τύχη δὲ καὶ μοῖρα κἀμοὶ προδείκνυσιν, ὥσπερ ἄρα κἀκείνῳ. ταῦτα ἐνθυμουμένῳ ὑπήντησε μεμαστιγωμένος ἀνὴρ κόπρον ἐν κοφίνῳ ἐκφέρων, ἐπειδὴ ἐν τοῖς ὅροις γίνεται Καδουσίων· οἰωνισάμενος καθυπερτίθεται τῷ Βαβυλωνίῳ. ὁ δὲ ἐκέλευε πυθέσθαι τίς τε εἴη ὁ 26 ἀνὴρ καὶ ποδαπὸς γένος. πυθομένῳ δὲ Κύρῳ ἀποκρίνεται ἐκεῖνος ὅτι Πέρσης εἴη, Οἱβάρας ὄνομα. καὶ ὃς ἥσθη πάνυ· ὁ γὰρ οἱβάρας δύναται Ἑλλάδι γλώσσῃ ἀγαθάγγελος. ἔφη δ' ὁ Βαβυλώνιος πρὸς Κῦρον καὶ τἄλλα σύμβολα εἶναι ἄριστα, ὅτι τε Πέρσης ἐστί σοι πολίτης καὶ ὅτι κόπρον ἱππίαν φέρει, ἥτις