τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς"· ἅπαντας μὲν γὰρ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητάς, ἀλλ' ἠγέρθησαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς διδασκαλίας τὸ δίκτυον ἅπαν τας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ θεῷ τὴν ὑπ' οὐρανόν. 113 Mt 10, 5-6 Ὅτι δεῖ πρῶτον τοῖς Ἰου δαίοις κηρύττειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὀφθῆναι καὶ ὅταν ἠπείθησαν, τότε εἰς τὰ ἔθνη χω ρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν, ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν κατὰ γένος Βαβυλώνιοι ὄντες καὶ οἰκήσαντες τὴν Ἰουδαίαν. ∆ίκαιον γάρ ἐστι πρὸς Ἰου δαίους πρῶτον κηρυχθῆναι τὸν λόγον, ἐπεὶ καὶ πρὸς ἐκείνους αἱ ἐπαγγελίαι πρῶτον, καὶ ὅτι ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐφάνη. ὅτε δὲ ἠπείθησαν, ἀναγ καῖον ἦν εἰς τὰ ἔθνη χωρῆσαι. συν άπτει δὲ τοῖς ἐξ ἐθνῶν τοὺς Σαμαρείτας ὡς ἐξ ἐθνῶν ὑπάρ χοντας καὶ αὐτοὺς καὶ τὴν Ἰου δαίαν οἰκήσαντας. 114 Mt 10, 7 Βασιλείαν δὲ οὐρανῶν λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν τὴν ἑνοῦσαν θεῷ τὸν ἄνθρωπον. 115 Mt 10, 9 Καθ' ὑπερβολὴν ὁ λόγος πᾶσαν ἀπαγορεύει κτῆσιν ἀπὸ χρυσοῦ ἕως ῥάβδου ὡς μέγιστον οὖσαν κώλυμα πρὸς ἀρετὴν καὶ θεοσέβειαν· τὴν δ' ἀναγκαίαν τροφὴν οὐκ ἀπαγορεύει, ὥστε εἰ ἦν δυνατὸν καὶ χωρὶς τροφῆς ζῆν ἡμῖν καὶ ταύτην ἂν ἀπηγόρευσεν. 116 Mt 10, 11-15 Οὐ θέλει τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας ἀμείβειν αὐτούς, ἵνα μὴ λύπη γένηται τῷ πρώτῳ ὑποδεξαμένῳ μηδὲ ὑπόνοιαν δέξωνται γαστριμαργίας καὶ εὐχερείας. ὁ δὲ κονιορτὸς ἐκτινασσόμενος ἀπὸ τῶν ποδῶν αὐτῶν δεῖγμά ἐστι τῆς ἀνονήτου πρὸς αὐτοὺς ὁδοιπορίας καὶ τῶν κόπων, ὧν ὑπέμειναν δι' αὐτούς. ἴσα δὲ τοῖς Σοδομίταις τιμωρη θήσονται εἴπερ ἐκεῖνοι μὲν ἠτίμασαν τοὺς ἀγγέλους, οὗτοι δὲ τοὺς ἀποστόλους. 117 Mt 10, 16 Φρονίμους εἶναι βούλεται αὐτούς, ἵνα διδάσκωσι μὲν τὰ τῆς εὐσε βείας δόγματα ἀπαρακαλύπτως καὶ διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, εἰ δέ τινες ἐπέλθοιεν μὴ ἀντιστατεῖν, ἀπελθεῖν δὲ ἐξ αὐτῶν καὶ μὴ ἀπερισκέπτως ἐπιστρέφειν πρὸς τὸ παθεῖν. ὄφεσιν δὲ παρεικάζει διδάσκων, ὅτι δεῖ αὐτοὺς ὀξεῖς εἶναι πρὸς φυγὴν εἴ γέ τινες ἐπέλθοιεν θανατῶσαι θέλοντες, περιστεραῖς δέ, ἐπειδὴ ἀμνησίκακον τὸ στρουθίον καὶ ἐμφιλοχωροῦν ἀεὶ πρὸς οἷς εἴθισεν τόποις καὶ ἐπανακάμπτον ἐπὶ τὸ αὐτό, ὅταν ὁ ἐκδιώκων παύσηται. διδάσκει οὖν ὁ λόγος, ὅτι οὐ δεῖ ὁλοτελῶς τῶν διωκόντων ἀποφοιτᾶν, ἀλλ' ἐνδόντας πρὸς βραχὺ πάλιν ἐπὶ τὸ νουθετεῖν αὐτοὺς ἐπανέρχεσθαι, ὅταν τὰ τῆς ὀργῆς παύσηται. οὕτως καὶ αὐτοῖς ὁ Χριστὸς ἐποίησεν διωκόμενος μὲν καὶ ὑποχωρῶν ἀπὸ τῆς Ἰουδαίας καὶ πάλιν ἐπανερχόμενος. 118 Mt 10, 19 Τὸ δὲ δίδοται, φησίν, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελῶνταί τινες καὶ ἰσχυροποιηθῇ ἡ ἐκκλησία. 119 Mt 10, 19-22 Ἐν δὲ αὐτῇ τῇ ὥρᾳ κατεπηγγείλατο τὴν διαλεκτικὴν διδόναι χάριν, ἵνα δειχθῇ τὸ τοῦ πνεύματος χάρισμα· εἰ γὰρ πρὸ καιροῦ δεδώκει τῇ πείρᾳ, ἐνομίζετο εἶναι τὸ πρᾶγμα φύσεως ἀνθρωπίνης καὶ δεξιότητος, οὐ παρὰ πάντων δὲ ἔμελλον μισεῖσθαι, ἀλλὰ παρὰ πολλῶν μάλιστα κατ' ἐκεῖνο καιροῦ. διὸ ἀπὸ τοῦ πλείονος εἶπεν τὸ παρὰ πάντων, ἐπεὶ οἱ δεξάμενοι τὸν λόγον ἠγάπων αὐτούς. 120 Mt 10, 23 Οὐ γὰρ δειλιᾶν αὐτοὺς θέλει, ἀλλὰ τὸ ἐναντίον, μὴ πόθῳ τῶν ἐλπιζομένων ἑτοίμους παραδιδόναι ἑαυτοὺς εἰς θάνατον καὶ ζημιοῦν τοὺς μέλλοντας ἐκ τοῦ κηρύγματος ὠφεληθῆναι. Παρακελεύεται τοῖς μαθηταῖς ἀπὸ τῆσδε φεύγειν τῆς πόλεως εἰς τὴν ἄλλην καὶ ἐξ ἐκείνης εἰς ἑτέραν. τοῦτο δὲ λέγει οὐ δι δάσκων αὐτοὺς δειλιᾶν, ἀλλὰ μὴ ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους καὶ ἀποθνῄσκειν ῥᾳδίως καὶ ζημιοῦν τοὺς μέλλοντας ὠφεληθῆναι διὰ τοῦ κηρύγματος. 121 Mt 10, 23