13
ΚΕΦΑΛ. Κςʹ. Ὅταν λογισμὸς ἐγκόψῃ σε, μὴ ἄγαν βιάσασθαι τῇ τραπέζῃ τὸν
ἀδελφὸν, τότε δι' αὐτοῦ κωμῳδεῖ σε, μὴ βεβιασμένην ἔχειν γλῶτταν εἰς τὴν βίαν τῆς ἀγάπης· σοὶ μὲν γὰρ ἴσως ὑποβάλλει τῶν κυκλευτῶν ἕνα τὸν ἀδελφὸν ὑπάρχειν, καὶ ὅτι ἄρτοις ἀρκεσθεὶς ἀφικέσθω, ἐκείνῳ δὲ ἐμβάλλει φιλοξενίαν παρὰ σοὶ τὸ παράπαν μὴ εὑρηκέναι· τῆς γὰρ πρακτικῆς αὐτοῦ μεταβολῆς τὸ ὄμμα βαστάζων, ἕνα τῷ ἑνὶ ἐν ταῖς καρδίαις ἐμβάλλει, ἵνα τοῦ μὲν τὴν φιλοξενίαν ὑπεκκόψῃ, τοῦ δὲ λοιδορίαν ἐκβλαστήσῃ. Ἀβραὰμ καθήμενος πρὸ τῆς σκηνῆς, εἰ που τινὰ τῶν παριόντων ἑώρα, ἔργῳ προσεδέχετο· ζῶσιν ἐν ἀσεβείᾳ ἐξήπλου τὴν τράπεζαν, βαρβάρους δεχόμενος, ἀγγέλων οὐκ ἀπέτυχεν. Ἴσασι τὴν τῆς φιλοξενίας γλυκύτητα ὅσοι ξενιτεύσαντες ὑπὸ ταύτην ἐξενίσθησαν, ὅτε καὶ λόγος προσηνὴς, γλυκεῖαν ἀρτύει τὴν τράπεζαν τῇ καρδίᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς τὴν φιλοξενίαν χρηστοποιώμεθα, ἵνα μὴ μόνον ἀγγέλους, ἀλλὰ καὶ Θεὸν ὑποδεξώμεθα. «Ἐφ' ὅσον γὰρ, φησὶν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Τὶς τῶν γνωστικώτερον τὴν ἀρετὴν μετιόντων οὕτως ἀπεκρίνατο· Τὰς ἐνηχούσας τῶν δαιμόνων ἐν τῇ καρδίᾳ φαντασίας εἴωθεν ἐξαφανίζειν ἡ τῆς φιλοξενίας σπουδὴ, καὶ δαψιλὴς ὑπηρεσία προθύμως γινομένη, εἴπερ τις τῶν ὑλῶν ὁπωσδηποτοῦν ἀπήλλακται· ταῦτα δὲ γινόμενα μετὰ ταπεινώσεως, καὶ συντριβῆς καρδίας θᾶττον ἀπαλλάττειν τῶν φαντασιῶν τὸν κάμνοντα. Σφόδρα γὰρ δεδοίκασι τὴν ταπείνωσιν οἱ δαίμονες, εἰδότες ταύτην δεσποτικὴν γεγενῆσθαι ἐντολήν. Τίς τῶν δοκιμωτάτων περὶ ταπεινώσεως λόγον κινῶν, καὶ τοῦτο κατεμήνυσεν, ὅτι Πατὴρ, φησὶ, τῶν πάνυ δοκίμων ὑπὸ δαιμονῶντος, καὶ δεινῶς ἀφραίνοντος τὴν σιαγόνα κρουσθεὶς, εὐθὺς ἐναλλάξας, καὶ τὴν ἄλλην ἑτοίμην παρέθηκεν, ὁ δὲ ὡς ὑπὸ ἀστραπῆς τῆς ταπεινώσεως ἀντικρουσθεὶς, καὶ κραυγάσας, ἀθρόως τοῦ πλάσματος ἀφήλλατο.
ΚΕΦΑΛ. ΚΖʹ. Ἐπιφανίου τοῦ ἁγίου ἐπισκόπου καὶ οὗτος ὁ λόγος. Ἐγένετο ὅτι,
φησὶ, χήρας πιστῆς υἱὸς ἕχων 79.1129 δαίμονα Πύθωνος, ἐν τῇ πληγῇ χρονίσας θραπείαν οὐχ ὑφίστατο. Τῆς δὲ τούτου μητρὸς ἐπιταπεινωθείσης τῷ πένθει, εὐχαριστία τὸ πάθος κατέψυξεν, ἤπερ ἐκ σταυροῦ τὴν ψυχὴν κρεμάσασα, τὸν δαίμονα τοῦ παιδὸς ταῖς εὐχαῖς ἀπέῤῥηξε· τοῦ γὰρ νέου ἐν τοῖς μέρεσι τοῖς πέριξ πλανωμένου καὶ τῆς μητρὸς οἴκοι εὐχομένης, τὸ ταύτης ὅνομα βοῶν ὁ δαίμων βασάνοις ἠλαύνετο· ἡ δὲ αὐτὸ τοῦτο ἀκούουσα, οὐκ ἐπέδραμε τῷ πράγματι τὴν μάχην τῆς φύσεως τῇ ταπεινώσει δεσμεύουσα, ἑλκομένη δὲ παρ' ἄλλων ἀβουλήτως ἀπήγετο, ἐπέκεινα δὲ καὶ ὁ δαίμων χρῆσθαι τῇ φυγῇ ἐμαίνετο. Ἡ μὲν οὖν ἐπιστᾶσα, καὶ τοῖς δάκρυσι τὸν παῖδα περιπτυξαμένη, τὴν εὐχαριστίαν, καὶ ταπείνωσιν κατὰ τοῦ δαίμονος προὐβάλλετο, πικρῶς δὲ κλαυσάσης, καὶ Χριστὸν ἱκετευσάσης, καὶ τὸν σταυρὸν τυπωσάσης, πρὶν μαστίγων πολλῶν, θᾶττον τοῦ παιδὸς ὁ δαίμων ἀπέδρα. Ζηλοῦσιν οἱ δαίμονες τοὺς ἐν ὑποταγῇ Πατρὸς ἀστράπτοντας, καὶ τρίζουσι κατ' αὐτῶν τοὺς ὀδόντας, ὅτι ἐν τῇ ὑποταγῇ τὴν ἀποταγὴν ἀμερίμνως ἐζύγωσαν, καθ' ὧν καὶ προφάσεις ἀκριβολογοῦντες παροξυσμοὺς ἀρτύουσι, καὶ τῇ συμβαινούσῃ ὀργῇ, τὴν μῆνιν ἐγγλύφουσιν, ἔπειτα δὲ καὶ μῖσος πρὸς τὸν Πατέρα κατ' ὀλίγον ἑψοῦσιν, ὡς ἅτε δῆθεν ἀδίκως ἐπιπλήττοντα, καὶ κατὰ πρόσωπον προσέχοντα· ἵνα ἐκ διαφόρων τρόπων τὴν ψυχὴν περιτινάξαντες, τῶν ἀγκαλῶν σκορπίσωσι τῶν πατρικῶν. Ὁ οὖν ἐν ὑποταγῇ Πατρὸς ὑπάρχων, ὕβρεσιν ἡττάσθω, καὶ ταπεινώσει νικάτω, καὶ μακροθυμίᾳ ῥυθμιζέσθω, καὶ μὴ τῶν λογισμῶν ὑπογογγυζόντων ἀνεχέσθω πρὸς αὐστηρότητα, καὶ ἀδελφῶν θρασύτητα.