καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτερος, ὁ καὶ καρικός, ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, ἑπτάχρονος. -ἐπίτριτος τρίτος ἢ ἵππειος τρίτος, ὁ καὶ παροδικός, ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, ἑπτάχρο νος. -ἐπίτριτος τέταρτος, ὁ καὶ μονογενής, ἐκ τριῶν μακρῶν καὶ βραχείας, ἑπτάχρονος. 20∆ισπόνδειος20 ἢ ἐμβατήριος, ἐκ τεσσάρων μακρῶν, ὀκτάχρονος. Καὶ τοῦτο πρόδηλον· ἐν οἷς τὰ περὶ τῶν δισυλλά βων <καὶ τρισυλλάβων> καὶ τετρασυλλάβων ποδῶν ὅσα ἐχρῆν περὶ ὀνομασίας εἴρηται· τὸ δὲ ῥητὸν εὐχερὲς ὂν καὶ πρόδηλον παρερχόμεθα τοῦ τεχνικοῦ. 220
Cap. IV.Περὶ ἀποθέσεως μέτρων.
9Περὶ ἀκαταλήκτων. Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα
ὁλόκληρον ἔχει οἷον ἐπὶ δα κτυλικοῦ μῶσάγε Καλλιόπα θύγατερ ∆ιόςAlcm. 45καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχουσι τὸν τελευταῖον πόδα· καὶ τὰ ἑξῆς.9 Ἰστέον ὅτι ἀπόθεσις καὶ κατάληξις ταὐτόν ἐστι. περὶ ἀποθέσεως οὖν φησιν οἱονεὶ περὶ καταλήξεως. ἔστι δὲ καὶ γενικὸν ὄνομα ἡ ἀπόθεσις οἱονεί, ὡς εἴρη ται, πᾶσα κατάληξις· ἔστι δὲ καὶ ἰδικὸν ἀντὶ τοῦ ἐλάτ τωσις. λέγει οὖν ποῖά εἰσιν ἀκατάληκτα μέτρα καὶ ποῖα καταληκτικὰ εἰς συλλαβὴν ἢ δύο συλλαβάς. Ἀκατάληκτα τοίνυν ἐστίν, ὡς καὶ αὐτὸς σαφῶς παραδίδωσιν, ὅσα ἔχουσι τέλειον τὸν τελευταῖον πόδα μηδὲν λείποντα, οἷον φησι τὸ παράδειγμα ἐπὶ δακτυ λικοῦ τετραμέτρου· ἔχει γὰρ τοὺς τέσσαρας πόδας τε λείους μῶσάγε Καλλιόπα θύγατερ ∆ιός. Καταληκτικὰ δὲ τοὐναντίον ὅσα τὸν τελευταῖον πόδα ἀτελῆ ἔχουσιν, οἷον ἐπὶ ἰάμβου φησὶν χαίροις ἁνύμφα, χαιρέτω δ' ὁ γαμβρός Sapph. 103)· 221 πέντε γὰρ ἔχει πόδας καὶ συλλαβήν. ἐὰν δὲ τρισύλ λαβος ᾖ ὁ ποὺς ὁ ἐπὶ τοῦ τέλους καὶ συνιστὰς τὸ πᾶν μέτρον, <οἷον> ἐὰν ᾖ δακτυλικόν, δύναται εἶναι καταληκτικὸν εἰς συλλαβήν, τουτέστιν δύναται λείπειν δύο συλλαβάς, οἷόν φησι πάλιν ὁ αὐτὸς ἐπὶ δακτυ λικοῦ μέτρου τὸ παράδειγμα ἐν δὲ ΒατουσιάδηςArchil. 104)· δύο γὰρ ἔχει πόδας καὶ συλλαβὴν μίαν, καὶ τριμέτρου ὄντος ἡ ἐπὶ τέλους μία συλλαβὴ τόπον τοῦ τρισυλλά βου δακτύλου μόνη ἀνεπλήρωσεν. ἐπὶ δὲ τῶν τοιούτων μέτρων τῶν λειπόντων καὶ μὴ ὄντων ἐντελῶν τὰ μὲν παρὰ μίαν μόνην ὄντα συλλαβὴν λέγεται καταληκτικὰ εἰς δισύλλαβον (κατέληξε γὰρ εἰς δισύλλαβον πόδα, λείπει δὲ μία συλλαβή, ἵνα ᾖ τρισύλλαβος), τὰ δὲ παρὰ δύο συλλαβὰς λέγονται καταληκτικὰ εἰς συλλα βήν, ὅτι κατέληξεν εἰς συλλαβήν, λείπουσι δὲ ἔξωθεν δύο συλλαβαί, ἵνα ᾖ τὸ πᾶν τρισύλλαβον. ∆ιὰ τοῦτο γὰρ καὶ εἰς τὸ ἔπος εἰώθαμεν λέγειν· γένους μέν ἐστι δυαδικοῦ τετρασήμου, εἴδους δακτυ λικοῦ, μεγέθους ἑξαμέτρου κατὰ πόδα, σχέσεως τακτι κῆς, συντάξεως συνθέτου, ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον, τομῆς † τῆσδε. Ἐπειδὴ κυρίως τὸ μέτρον τοῦ ἔπους δακτυλικόν ἐστι πᾶν (εἰ γὰρ καὶ 222 εὑρίσκεται σπονδεῖος ἐν αὐτῷ, ἀλλ' οὖν δυνάμει καὶ αὐτὸς δάκτυλός ἐστι, τῆς δευτέρας τοῦ σπονδείου μα κρᾶς ἀντὶ δύο βραχειῶν οὔσης καὶ κατὰ κρᾶσιν <δύο> βραχειῶν εἰς μίαν μακρὰν συνελθουσῶν)-ἐπειδὴ οὖν δακτυλικόν ἐστι τὸ μέτρον τοῦ ἔπους, κατὰ πόδα ἕνα ἑξάμετρον, ἔχει πέντε τελείους πόδας καὶ δύο συλ λαβάς, τουτέστιν ἢ σπονδεῖον ἢ τροχαῖον, τῆς τελευ ταίας ἀδιαφορούσης, ὡς αὐτὸς μέλλει εἰπεῖν, καλῶς φαμὲν "3ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον"3· καταλήγει γὰρ εἰς δύο συλλαβάς, λείπει δὲ μία, ἵνα γένηται τρισύλλαβον. Ἄξιον δὲ ἡμᾶς πάντα ταῦτα τὰ τοῦ ἔπους ἐπεξερ γάσασθαι, παρεπόμενα καὶ ἀχώριστα συμβεβηκότα ὄντα. Ἰστέον τοίνυν ὅτι γένους μέν ἐστι δυαδικοῦ τετρασή μου. ἐπειδὴ τεσσάρων ὄντων δισυλλάβων ποδῶν (πυρ ριχίου, σπονδείου, ἰάμβου καὶ τροχαίου) δύο μόνοι ἐξ