ἐλαύνει σφαῖραν, ὁ δὲ τὴν ὑπέργειον, ἵν' ὁ μὲν ἐς ἅπαξ, ἡ δ' ἐς δώδεκα κύκλους τὴν ἑαυτῆς ζώνην περιελίξηται, καὶ ἀποβάλῃ τὸ φῶς καὶ πάλιν ἐνδύσηται, ἀλλ' ἀεὶ τῷ λαμπρῷ τούτῳ φωστῆρι συμπεριοδεύουσα τηλαυγής ἐστι καὶ λαμπρά. Ἀλλὰ ταῦτα μέν, ὦ μέγιστε αὐτοκράτορ, πάρεργα τυγχάνει πονήματα, καὶ μόνον οἷα τῇ σῇ ἀκοῇ ἐντρυφήματα, ὁ δὲ λόγος ἐπί σέ τε χωρεῖ ἄνωθεν καὶ τῆς περί σε ἤδη ἱστορίας καὶ εὐφημίας ἀπάρχεται. καὶ πατρίδα μὲν καταλέγειν καὶ γένος εἰ καὶ τεχνικόν ἐστιν ὑπερβήσομαι, οὔτε γὰρ πρὸς ἀγνοοῦσαν ἀκοὴν φθέγγομαι, οὔτε τοῖς ἔξωθέν σε σκιαγραφῆσαι τὸν καθ' αὐτὸν ζωγραφούμενον βούλομαι. τοῦτο δὲ τοῦ σοῦ πρῶτον ἐπαίνου θεμέλιον τίθεμαι, ὅτι σοι τῆς μητρικῆς ῥαγείσης ὠδῖνος αὐγήν τινα τοῦ νικοποιοῦ τύπου διέλαμπε τὸ μεσόφρυον, οὐκ ἐκ τριχῶν αὐτοματισθεῖσαν, ἀλλ' ἔκ τινων οἶμαι ἀκτίνων σχηματισθεῖσαν ἡλιακῶν, οὕτως σοι ἅμα τῇ γενέσει τὰ ὑπὲρ γένεσιν καταμέμικτο, καὶ τὰ μέλλοντα προανεκηρύττετο πόρρωθεν, καὶ δι' ἑνὸς σχήματος ἀρχή σοι καὶ νῖκος ἐπρυτανεύετο, καὶ πρὸ τῶν σκήπτρων βασιλεὺς ἦσθα τροπαιοφόρος, καὶ πρὸ τῶν ἀνακτόρων ἀνακτορικῷ κοσμήματι λαμπρυνόμενος. οὕτως σοι οὐκ ἐκ λίθων ὁ σταυρὸς κατεσκεύαστο, ἀλλ' ἐκ θείων ἀκτίνων κατηύγαστο, οὐκ ἐν χρυσῷ στέμματι, ἀλλ' ἐν θείᾳ καὶ ἱερᾷ κεφαλῇ. σὺ δέ μοι ταῖς ἐν στήθεσι σεμνύνου θριξὶν ὅτι πτερῶν εἰκασίαν καὶ ῥάμφους διδόασι, καὶ τοῖς μητρικοῖς ἐπαγάλλου ὀνείρασιν οἷς πλάνη τις καὶ αὐτοματισμὸς ἕπεται ἄλογος. τούτου γὰρ τί τις μεῖζον ἂν εἰπεῖν ἔχοι καὶ τηλαυγέστερον; εἰ δὲ βούλει, τὰ μὲν σύμβολα ἄφες καὶ τὰ μηνύματα, ὅρα δέ μοι τὴν χάριν τοῦ σώματος ὅση, τὸ τῆς ψυχῆς κάλλος, καὶ ὡς πρὸς ἄλληλα ἤριζον καὶ θάτερον θατέρου ἡττᾶτο νικῶν. ἡ μὲν γὰρ ὀξεῖαν φύσιν προὐβάλλετο καὶ ἀγχίνοιαν, τὸ δὲ τὴν τοῦ προσώπου ῥοδωνιάν, τὴν τῶν ὀφθαλμῶν χάριν, τὴν τοῦ λευκοῦ πρὸς τὸ ἐρυθρὸν ἀνάχυσιν ἐφ' οἷς δεῖ καὶ ἀνάκρασιν, τὰς στιλβούσας ἀκτῖνας τῆς κεφαλῆς, οἷς τὸ μὲν ἐνίκα, τὸ δὲ οὐχ ἡττᾶτο. ἀλλ' ἄρα ὀξὺς μὲν ἦν καὶ ἀγχίνους, ὀξύρροπος δὲ καὶ δυσκάθεκτος τὴν ὀργήν, ἢ τοῦτο μὲν οὐχί, ἧττον δὲ σπουδαστὴς ὡς τῇ φύσει θαρρῶν, ἢ καὶ τοῦτο μὲν ἄκρος, ταχὺ δ' ἀποβάλλων ἃ μεμάθηκεν; οὐμενοῦν, κἂν Πλάτωνες ἀντιφθέγγωνται κηρούς τινας ἀναπλάττοντες τῇ ψυχῇ ὑγροτέρους καὶ σκληροτέρους, καὶ τύπους γραμμάτων σχολῇ μὲν ἐνσημαινομένους, σχολαιότερον δὲ διαρρέοντας. οὐ γὰρ οὕτως ὁ ἡμέτερος βασιλεύς. ἀλλὰ ταχὺς μὲν ἐγγράφων τῷ κηρῷ τῆς ψυχῆς τὰ μαθήματα, ποιούμενος δ' αὐτὰ ὥσπερ ἐγκαύματα ὡς μηδέποτε ἀπαλείφεσθαι. καὶ πρὸς μὲν ὀργὴν ἀκίνητος ὤν, πρὸς δὲ νοημάτων ἀνάληψιν γενναίᾳ καὶ εὐκινήτῳ τῇ ψυχῇ χρώμενος, καὶ οὐχ ὥσπερ ῥεῦμα ἐλαίου ἀψοφητὶ ῥέοντος κατὰ τὸν σὸν Θεαίτητον, ἀλλ' ὥσπέρ τι ὕδωρ σφοδρότατα ῥέον καὶ τῷ ὀξεῖ τῆς φορᾶς παρασύρον τὸ ἐνιστάμενον. καὶ σὺ μὲν τὸ εὐφυὲς τοῦτο θαύμαζέ μοι μειράκιον καὶ φιλοσοφίας, γεωμετρίας δὲ μᾶλλον, ἐπιμελούμενον, καὶ τὸν περὶ ἐπιστήμας ἀνακύκλει λόγον, καὶ διάστρεφε ὡς βούλει τὸ νόημα, καὶ πρόσπαιζε τῷ νέῳ ἀλλοτρίας δόξας ὑποκρινόμενος, καὶ ἐπαίνει τοὺς εἰδότας ἐν κύκλῳ μὲν ἐγγράψαι τρίγωνον, ἐν δὲ τριγώνῳ κύκλον. ἐγὼ δ' εἰ ἀπὸ τούτων βουλήσομαι τὸν ἐμὸν ἐπαινεῖν αὐτοκράτορα, ἀπὸ τῶν σκιῶν ἂν τὸν ἥλιον ἐπαινέσαιμι· οὐδὲ γὰρ ἡμέτερον, οὐδὲ θείου σκοποῦ ὅρους συντιθέναι πραγμάτων καὶ παίζειν ἐν οὐ παικτοῖς. Ὅθεν ἐπιστήμην μὲν οὐχ ὡρίζετο εἴτε ὡς αἴσθησις εἴτε ἄλλο τι, αὐτὸ δὲ τὸ ὑποκείμενον οὗπερ ὁ λόγος κατηγορεῖται ἠπίστατο, οὐ κατὰ τὴν Πρωταγόρειον δόξαν, ἀλλὰ κατὰ τὴν τῶν θείων χρησμῶν ἀλήθειαν. κύκλους δὲ γράφειν ἠπίστατο ἐν τῇ ψυχῇ τοὺς ἐξ ἀρετῶν, καὶ τούτοις τὴν ταύτης ἐγγράφων τριμέρειαν, οἷα τρίγωνον αὖθις μετήλλαττε, πῇ μὲν τὸ τριμερὲς τῇ τῶν καλλίστων πράξεων περιελίττων χρείᾳ, πῇ δὲ τὸ ἄλογον κοσμῶν τῷ λόγῳ, καὶ τὴν ἐπιθυμίαν πρὸς ἓν ἀπευθύνων τὸ ἐφετόν, καὶ τῇ