ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου» καὶ τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπι φυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται». ἦλθε γὰρ [ὡς συνάγων καλάμην] εἰς ἀμητὸν ἵνα θερίσῃ, καὶ εὑρίσκει πολλοὺς ἁμαρτωλοὺς καὶ λέγει· «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ». ἦλθε τρυγῆσαι καρπὸν ζωῆς ἐν τοῖς ἀνθρώποις, εὑρίσκει πολλὰ ἁμαρτήματα ἐν ἡμῖν καὶ διὰ τοῦτο λέγει· «καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα». φησὶ καὶ ἀλλαχοῦ τὸ παραπλήσιον τούτοις πρὸς τὸν πατέρα λέγων· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;» τί ὠφέλησα τηλικοῦτο τοὺς ἀνθρώπους; τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι; «τίς ὠφέλεια ἐν τῷ αἵματί <μου>, ἐν τῷ καταβῆναί με» ἐξ οὐρανῶν; καταβέβηκα, ἦλθον ἐπὶ τὴν γῆν, ἐπέδωκα ἐμαυτὸν διαφθορᾷ, ἐφόρεσα σῶμα ἀνθρώπινον· τί αὐτῶν ἄξιον κατώρθωται τοῖς ἀνθρώποις; «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου»; τοιοῦτο οὖν ἐστι καὶ τὸ ἐνθάδε πρῶτον ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα»; οὐχὶ ᾗ θεὸς ὁ σωτὴρ λέγει τὸ «οἴμοι ἐγώ, μῆτερ» ἀλλ' ᾗ ἄνθρωπος, ὡς ἐν τῷ προφήτῃ· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς». ἡ δὲ ψυχὴ ἀνθρωπίνη ἦν, διὰ τοῦτο καὶ τε τάρακται, διὰ τοῦτο καὶ περίλυπος ἦν. ὁ δὲ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ τετάρακται, ἐκεῖνος οὐκ ἂν λέγοι τὸ «οἴμοι». οὐδὲ γὰρ ὁ λόγος ἐπιδέχεται θάνατον, ἀλλὰ τὸ ἀνθρώπινόν ἐστι τὸ τοῦτο ἐπιδεξάμενον, ὡς πολλάκις παρεστήσαμεν. 14.7 «Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ»; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους <καὶ> καθ' ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυ<ροῦ>σι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ' ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ' ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ' ἑαυτόν. «ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐπο τίσατέ <με>«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι' ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ' ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται. «Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» 14.8 <καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς «δικάζεται καὶ διακρίνεται ἐν πάσῃ τῇ γῇ».> τίς οὖν οὐ δικάζει τὸν Χριστιανὸν λόγον; τίς τῶν ἐθνῶν κἂν ἁπλῶς οὐκ ἐξετάζει αὐτόν; τίς οὐ λέγει τῶν Ἰουδαίων τὰ περὶ Χριστιανῶν; τίς τῶν Ἑλλήνων; τίς τῶν φιλοσόφων; τίς τῶν ἰδιωτῶν; [καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς «δικάζεται καὶ δια κρίνεται ἐν πάσῃ τῇ γῇ».] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ' ὧν μὲν καταδικάζεται, ὑφ' ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, <δειπνεῖ μετὰ σοῦ>. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατε δίκασας τὸν Ἰησοῦν <ὡς> ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώ πους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων καταδικάζεται, ὑπὸ δὲ τῶν