13
ἐστι δεσοποιὸς ὡς ἐν χρώματι, καὶ ἀνέκπλυτος. Ἡ δὲ τὴν ἐπιπολῆς ἔχουσα τάξιν εὐχερῶς ἀποπλύνεται, κατὰ λόγον τῶν ἁμαρτημάτων, τῆς ψυχῆς ῥᾷον, ἢ δυσκόλως καθαιρομένης. Τὸ μὲν οὖν ἔριον καίπερ ἔσθ' ὅτε φυσικῶς ὑπάρχον λευκὸν, ἐξ ἐπιμελίας τινὸς ἑαυτοῦ λευκότερον γίνεται. Ὡς καὶ ἄνθρωπος τὰς φυσικὰς ἀφορμὰς ἐξ ἀσκήσεως τελειῶν, ἐπὶ πολὺ δύναιτο προελθεῖν ἀρετῆς. Ἡ δὲ χιὼν, ὕδωρ ἐν νεφέλαις οὖσα, τῇ τοῦ πνεύματος ἀνακοπτομένη βίᾳ λευκαίνεται, εἰς ἀφρὸν μὲν οἰδαίνουσα, πῆξιν δὲ λαβοῦσα τῷ τοῦ ἀέρος ψυχρῷ, καὶ πρὸς τὰ κάτω βάρη κινουμένη καὶ ῥέπουσα. Οὕτω καὶ ψυχὴ τὰς φυσικὰς ἀφορμὰς οἰκείᾳ τε ἀσκήσει, καὶ τῇ βοηθείᾳ τοῦ 1856 Πνεύματος συναυξήσασα, ἀξία γίνεται, ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει, τῆς χάριτι Θεοῦ διδομένης τοῖς ἁγίοις λαμπρότητος· ἧς τὸ αὐτεξούσιον ὁ λόγος ὑποφαίνων φησίν· Ἐὰν ἐθέλητε, καὶ εἰσακούσητέ μου, φάγεσθε, φησὶν, ἀγαθά· ἢ διὰ τῶν σωματικῶν παχεῖς ὄντας τοὺς Ἰουδαίους παρακαλῶν· ἢ γῆν, φησὶ, τὴν ψυχὴν, κατὰ τὴν ἐν Εὐαγγελίοις τοῦ σπόρου παραβολὴν, ἣ τὸν οὐράνιον σπόρον ὑποδέχεσθαι λέγεται, ἧς ἀγαθὰ, τὰς κατ' ἀρετήν φησι προκοπάς· ἢ τὰ ἐπηγγελμένα ἐν οὐρανῶν βασιλείᾳ γῆ λεγομένη, κατὰ τὸ, "Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·" ἢ τὰ ἀγαθὰ, "Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη." Ἔνθα καὶ Ἱερουσαλὴμ, καὶ τὸ Σιὼν ὄρος, τὰ ἐπουράνια ταῦτα τοῖς πειθομένοις, τοῖς δὲ ἀπειθοῦσιν μάχαιραν ἀπειλεῖ. Κατὰ μὲν τὸ αἰσθητὸν, τὴν Ῥωμαϊκὴν, ἥτις αὐτοῖς παρὰ πόδας ἀπήντησε· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν διαβολικὴν, ὑφ' ἣν γεγόνασιν, Χριστοῦ τὴν χάριν ἀρνούμενοι, ἤγουν ἁπλῶς ἔμψυχόν τινα [καὶ] νοητήν· περὶ ἧς εἴρηται, ὅτι ἐμεθύσθη ἀφ' αἵματος τραυματιῶν. Στόμα δὲ Κυρίου, τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ συνεργῆσαν αὐτὰ γραφῆναι. Ὡς ἂν γὰρ μὴ καταφρονῶμεν τῶν ἀπειλῶν, στόμα τὸ ἀψευδὲς Κυρίου ταῦτα, φησὶν, εἴρηκεν. Καὶ προέταξε δὲ τοῦ μὴ εἰσακοῦσαι πάλιν τὸ μὴ θελῆσαι, καὶ τῶν κακῶν αἴτιον τὸ ἐφ' ἡμῖν ὑποτίθεται. Συμφωνεῖ δὲ ταῦτα τοῖς διὰ Μωσέως εἰρημένοις ὑπὸ Θεοῦ· "Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον." ∆ιὸ καὶ, Ἀφέλετε τὰς πονηρίας, προεῖπεν. Οὐδὲ γὰρ ἄλλον ὠφελεῖν ἢ βλάπτειν, ὡς αὐτὸς ἑαυτὸν ἕκαστος δύναται. Τὸ δὲ προσῆκον ποιοῦντες, ὡς πρὸς ἰατρὸν δραμούμεθα καθαίροντα τὰς ἐν χρόνῳ πολλῷ στυφείσας ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν συνειδήσεις. καʹκγʹ. 9Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταὶ9, κ.τ.λ. Ἐλέγετο καὶ πρόσθεν· "Ἐγκαταλειφθήσεσθαι ἡ θυγάτηρ Σιὼν." Οὕτω δὲ τὴν πόλιν ἐκάλει τὴν ἐπὶ τοῦ Σιὼν ὄρους, οἱονεὶ θυγατέρα τοῦ ὄρους, ἤγουν τὸν ἐν τῇ πόλει νεών. Νῦν δὲ ὥσπερ ἀποθαυμάζει τῆς τοσαύτης ἐπὶ τὸ χεῖρον μεταβολῆς τὴν αἰτίαν. Νόμῳ γὰρ τραφεῖσα θείῳ, πῶς ἐξεπόρνευσεν; πρῶτον μὲν, πρὸς εἰδωλολατρείαν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, εἰς διδασκαλίαν [καὶ] ἐντάλματα ἀνθρώπων. Αἰτία δὲ τῆς κατὰ ψυχήν τε καὶ σῶμα πορνείας, ἀπιστία. Οὐδεὶς γὰρ Θεὸν πανταχοῦ παρεῖναι πιστεύων, βλέπειν δὲ καὶ τὰ ἐν διανοίαις λαν 1857 θάνοντα, ἀνέχεται [οὐδὲν] ηνη φρονεῖν τι δεινὸν, ἢ τοῖς ἔργοις ἐπιτελεῖν. Πίοτειν δὲ πόλιν τὴν τῶν πιστῶν οἰκητόρων καλεῖ, ἐν οἷς ἀρετὴ καὶ δικαιοσύνη ἐνοικοῦσα ὥσπερ ἐπανεπαύετο. Τοῦτο γὰρ διὰ τοῦ κεκοιμῆσθαι παρέστησεν. Τοὺς κατὰ ∆αβὶδ δὲ χρόνους ὑπογράφειν δοκεῖ. Ταύτην γὰρ ἐκ χειρὸς ἀλλοφύλων λαβὼν, τοῦ [Θεοῦ] τὴν κιβωτὸν ἐν αὐτῇ, καὶ τὴν σκηνὴν κατεστήσατο, ᾤκει τε ταύτην [ἅγιον τό]πον χρηματίζουσαν. Τότε γὰρ ἦν πιστὴ καὶ δικαία. Χορούς τε γὰρ ὑμνοῦντας τῷ Θεῷ διέταξεν ὁ ∆αβὶδ, ψαλμούς τε καὶ λογικωτέραν λατρείαν, ἧς αὐτὸς γέγονεν εὑρετὴς, συνόντων ἑτέρων αὐτῷ προφητῶν Ναθὰν, καὶ Γὰδ, καὶ Ἀσὰφ, τά τε περὶ τὸν Ἰδιθοὺμ, καὶ Αἰμᾶν υἱῶν τε Κορὲ, ὅσοι τε τοῖς τούτων χοροῖς συνετάττοντο. Εἰκὸς δὲ καὶ μετὰ ∆αβὶδ, ἐπὶ τῶν εὐσεβῶν βασιλέων εὐηρεστημέναι Θεῷ, πιστοὺς καὶ δικαίους ἔχουσαν ἐξ εὐσεβείας οἰκήτορας. Πόρνη δὲ γέγονεν διὰ τοὺς πορνεύσαντας ἐν αὐτῇ, οὓς καὶ καλεῖ