Ὀξυάρτου ἀδελφοῦ ∆αρείου, ἥτις συνοικήσασα ∆ιονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ' ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι. καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννικῶς· ὅπερ γνοὺς ὁ βασιλεὺς ἐν μεγάλῃ λύπῃ γέγονε. φοβούμενος δὲ μὴ παραρρυῶσι τοῖς Ἄραψι, μέχρι Παφλαγονίας ἀπῄει, καὶ λόγους αὐτοῖς ὡς οὐδὲν πείσονται δεδωκὼς καὶ τὸν Θεόφοβον ἀναλαβόμενος ὑπέστρεψεν ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγενομένων οὗπερ ἕκαστος κατεσκήνωσεν ἐξ ἀρχῆς. ἠγαπᾶτο δὲ ὁ Θεόφοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περσῶν ὡς ὀρθόδοξος. 17. Τῷ ιʹ αὐτοῦ ἔτει γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεοδώρας, ὃν ἐπωνόμασεν Μιχαήλ. ἀπερχομένῳ δὲ τῷ βασιλεῖ πρὸς Βλαχέρνας, καθὼς εἴθιστο, ὑπήντησεν αὐτῷ τις λέγων "ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου ἐμός ἐστιν." ὁ δὲ βασιλεὺς τὸν κόμητα τοῦ στάβλου ἐπηρώτησεν "τίνος ἐστὶν ὁ ἵππος;" ὁ δέ φησιν "ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου." τῇ δὲ 638 ἐπαύριον τὸν κόμητα τοῦ Ὀψικίου ἀγαγών (ἔτυχε γὰρ ἐν τῇ πόλει αὐτὸν εἶναι) ἔφη "τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἔφη "ἠγόρασα αὐτόν." τοῦ δὲ ἐγκαλοῦντος ἀνθισταμένου καὶ λέγοντος μετὰ βίας ἀφελέσθαι αὐτὸν καὶ χωρὶς τιμήματος, ὁ βασιλεὺς ἔφη "διὰ τί μὴ πρότερον τὴν τιμὴν ἀπέκοψας;" ὁ δὲ ἀποκριθείς "ρʹ νομίσματα ἐδίδουν αὐτῷ· αὐτὸς δὲ ἐζήτει γενέσθαι σχολάριος, καὶ διὰ τὸ εἶναι αὐτὸν δειλὸν τούτου ἀποτυχὼν οὐδὲ τὰ ρʹ νομίσματα ἠθέλησε λαβεῖν." ἐπὶ τούτοις βεβαιωθεὶς ὁ βασιλεὺς ὅτι βίᾳ, τὸν ἵππον ἀποδέδωκεν, ὁρίσας καὶ σχολάριον αὐτὸν ποιῆσαι. ὁ δὲ τὸν ἵππον μὴ βουληθεὶς λαβεῖν, ἔλαβεν χρυσίου λίτρας βʹ καὶ ἀπῆλθεν. 18. Τῶν δὲ Σαρακηνῶν ἐπὶ τὸ Ἀμόριον ἐλθόντων ὁ βασιλεὺς συντόμως μέχρι Καππαδοκίας ἐξήλασεν. ὁ δὲ ἀμερμουμνὴς νʹ χιλιάδας λαὸν ἀφορίσας, δεδωκὼς αὐτοῖς καὶ τὸν Γουνδεῆ ἄρχοντα ὀνομαστότατον ὄντα ἐν τοῖς Ἀγαρηνοῖς, ἀπέστειλε κατὰ τοῦ βασιλέως. καὶ πολέμου γενομένου ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγε, καὶ μετ' αἰσχύνης ὑπέστρεψε μόλις διασωθείς. οἱ δὲ Σαρακηνοὶ περιχαρακώσαντες τὸ Ἀμόριον καὶ πολλοὺς πολέμους ποιήσαντες, ἐπεὶ σταθερῶς τοὺς ἔνδον ἀγωνιζομένους ἑώρων, ἠβουλήθησαν ὑποχωρῆσαι. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἐν τῷ κάστρῳ ὢν μηνύει τούτους ὅτι εἰ προσκαρτερήσετε δύο ἡμέρας, ἐκπορθεῖτε ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπὸ τοῦ λεγομένου Βουδίτζη καὶ τοῦ Μανικοφάνους. κατεσχέθησαν δὲ ἄνδρες ὀνομαστότατοι 639 τῶν εὐσεβῶν, Θεόφιλος πατρίκιος καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθάριος καὶ εὐνοῦχος ὁ Κρατερός, Κάλλιστος τουρμάρχης, Κωνσταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καί τινες ἄρχοντες τῶν ταγμάτων. οὓς ἐξωνήσασθαι βουλόμενος ὁ βασιλεὺς ἀποστέλλει πρέσβεις πρὸς τὸν ἀμερμουμνῆ μετὰ κεντηναρίων διακοσίων. ἀλλ' οὐκ ἔπεισεν εἰπόντα ὅτι χίλια κεντηνάρια ἐὰν παράσχῃς λόγῳ τοῦ συνειλεγμένου λαοῦ, οὐκ ἐλευθερώνω οὐδένα τούτων. (19) τῶν αἰχμαλώτων οὖν ἐν Συρίᾳ ἀπαχθέντων, πολλὰ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκασθέντες, ἀλλὰ μὴν καὶ τοῦ Βουδίτζη, τῇ τῶν ἑπτὰ χρόνων καθείρξει, καὶ μὴ πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, ξίφει ἀπετμήθησαν, ἀντὶ τῆς προσκαίρου ζωῆς τὴν αἰώνιον ἀγαπήσαντες, καὶ μετὰ μίαν ἡμέραν ἐν τῷ ποταμῷ ἐρρίφησαν. τὸ δὲ παραδοξότατον, ὅτι ἑκάστη κεφαλὴ μετὰ τὴν ἐκτομὴν τῷ ἰδίῳ σώματι ἡνώθη καὶ συνεφύη· καὶ ὥσπερ αἱ ψυχαὶ ἐν ἑνὶ τόπῳ τοῦ παραδείσου, οὕτω καὶ τῶν ἁγίων τὰ σώματα μιᾶς ὁσίας παρὰ τῶν πιστῶν ἔλαχον. τούτων τελειωθέντων ἐκέλευσεν ὁ πρωτοσύμβουλος καὶ τὸν Βουδίτζην ἀποκεφαλισθῆναι εἰπὼν ὅτι καὶ οὗτος, εἰ ἦν ὀρθὸς Χριστιανός, οὐκ εἶχε μαγαρίσαι. καὶ τούτου γενομένου καὶ τοῦ σώματος αὐτοῦ ῥιφέντος μετὰ τῶν ἁγίων, ἔξω τῆς στοιβῆς τούτων ηὑρίσκετο. καὶ ἡ κεφαλὴ δὲ αὐτοῦ πόρρω τοῦ σώματος ἦν, καὶ οὐχ ὡς τῶν ἁγίων συγκεκολλημένη. καὶ εἰς τὸν ποταμὸν ῥιφέντων, καὶ πάντων τῶν σωμάτων τῶν ἁγίων βλέποντος τοῦ 640 ὄχλου εὐπλοησάντων καὶ εἰς τὸ πέραν ἐλθόντων, αὐτοῦ μόνον τὸ σῶμα οἱ κροκόδειλοι διασύραντες κατέκοψαν καὶ