Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων, ἐπειδὴ τῷ ἔργῳ χωρίζειν οὐκ ἐβουλήθη ἄχρι τοῦ καὶ νίψαι τοὺς πόδας ὥσπερ τῶν ἄλλων. θεοῦ δὲ τὸ τὰς καρδίας ἐξετάζειν καὶ τὰ ἐξ αὐτῶν ἐσόμενα προορᾶν. θεῖον δὲ τὸ τῆς ἀνεξι κακίας ἐνέφηνεν οὐχ ὅπως ἀτιμάζων τὸν ἐπιβουλεύοντα, ἀλλὰ καὶ τιμῶν ἐξ ἴσου τοῖς ἄλλοις χρώμενός τε τῇ ἐκείνου κακίᾳ πρὸς τὸ κοινωφελές· θεὸς γὰρ καὶ τὰς παρ' ἑαυτοῦ δωρεὰς παρέχει πονηροῖς τε καὶ ἀγαθοῖς ὡς καὶ αὐτὸς ὁ κύριος εἴρηκεν· ἀνατέλλων "τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ" βρέχων "ἐπὶ δικαίους καὶ ἀδίκου" καὶ τῇ κακίᾳ τῶν πονηρῶν εἴς τι χρήσιμον συγχωρῶν πράττει, ἃ βούλεται, ὀλέθρου μὲν τοῖς κακοῖς ἀποκειμένου, τῷ δὲ λόγῳ τῆς προνοίας οὐδαμῶς ἐμποδίζειν δυναμένων, ἀλλὰ καὶ πρὸς ὑπουργίαν μᾶλλον συντελούντων, ὥσπερ οἱ τῷ Ἰωσὴφ ἐπιβουλεύοντες, ἵνα τι παραπλήσιον τῷ προκειμένῳ λάβωμεν, διὰ τῆς ἐπιβουλῆς εἰς τὴν δόξαν τῷ Ἰωσὴφ συνῄραντο καὶ τὴν δι' ἐκείνου σωτηρίαν ἐν λιμῷ πολλοῖς ἀποκειμένην. 96 Jο 13, 24 Γίνεται καὶ ἐπὶ τοῦ κυρίου μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ἵνα καὶ τέλος λάβῃ καὶ μηκέτι πέρα προελθεῖν δυνηθείη· ἡττᾶται γὰρ κακία κατὰ τοῦ Χριστοῦ παραταξαμένη, ἡττηθεῖσα δὲ ἐπὶ τοῦ δεσπότου τὴν κατὰ

τῶν δούλων νίκην ἀπόλλυσιν. 97 Jο 13, 25-26 Ἀναπεσὼν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ὥστε μὴ εἰς ἐξάκουστον βοῆσαι τῶν λοιπῶν ἐπύθετο καὶ ὅπερ αὐτὸς οὐκ ἔσπευδεν ἐρωτᾶν μακρο θυμότερον ἴσως διακείμενος. διὸ καὶ μᾶλλον ἠγαπᾶτο· τὸ γὰρ ἡσυχέστερον καὶ μακροθυμότερον καὶ παρὰ θεῷ τιμιώτερον. χαρίζεται τοίνυν ὁ Ἰησοῦς τῷ ἠγαπημένῳ τὴν τῶν μυστηρίων ἀνακοίνωσιν· φίλου γὰρ καὶ αὐτὸ εἶναί φησι τὸ γινώσκειν καὶ ἅπερ ἐστὶ παρ' αὐτῷ κεκρυμμένα ἐκδηλῶν. λόγῳ οὖν ἀπο κρίνεται καὶ ἔργῳ δείκνυσι τὸν μηνυόμενον. καὶ τοῦτο οὐ μάτην· ἐμφανεστέρα γὰρ ἡ δι' ἔργου κίνησις καὶ μᾶλλον δυναμένη μνημονεύεσθαι. μνημονευθῆναι δὲ ἐβούλετο, διότι προειρήκει τὸν προδιδόντα, ὡς ἂν μηδεὶς ἀγνοοῦντα αὐτὸν ἐπιβεβουλεῦσθαι νομίζοι. καὶ τὸ σημεῖον τὸ εἰς τὴν μήνυσιν θαυμαστόν· διὰ γὰρ ταύτης τῆς ἀγνώμονος συνεστιάσεως αὐτὸν καταμηνύει τὸ ψωμίον ἐπι διδοὺς αὐτῷ καὶ τούτῳ δείξας αὐτὸν προδότην ἐσόμενον, ὅνπερ ἐτίμα ὡς φίλον. οὐκέτι οὖν οὐδὲ αὐτοῦ κρατεῖν ὁ προδότης δύναται, ἀλλ' ἀφ' οὗπερ αὐτὸν ὁ κύριος ἐνέδειξεν, ὁ διάβολος ἐπικρατεῖ τῶν ἐκείνου λογισμῶν καὶ ἄγει πρὸς τὸ κακὸν ἔκδοτον ἔχων αὐτὸν διὰ τὴν πονηρίαν καὶ τὴν εἰς τοῦτο κατάκρισιν. οὗπερ ἄξιον ἑαυτὸν ἀποδέδειχεν. ἐπειδὴ ὃ κρύπτειν ἐδόκει, τῇ δόξῃ τοῦ ψωμίου ἐξη λέγχθη· μὴ φέρων τὸν ἔλεγχον θᾶττον ἐπιθεῖναι πέρας ἔσπευσεν. τοῦτο ἐκά λεσεν ὁ εὐαγγελιστὴς εἴσοδον τοῦ σατανᾶ τὴν κύρωσιν τῶν καταθυμίων τῷ διαβόλῳ λογισμῶν. 98 Jο 13,

34-35 ἐντεῦθεν οἶμαι καὶ ὁ ἀπόστολος μεμαθηκὼς τὴν τῆς ἀγάπης δύναμιν "πλήρωμα" αὐτὴν 'νόμου" ὀνομάζει· δῆλον γὰρ ὡς ὁ καὶ αὐτῆς τῆς ψυχῆς τοῖς φίλοις παραχωρῶν ἁπάντων γε τῶν ἄλλων ἡδέως ἐκστήσεται καὶ πολὺ μᾶλλον συγχωρήσει· τούτου δὲ ἐπιτελουμένου κακίας πρόφασις οὐδεμία οὐδὲ χρεία τῶν κατὰ μέρος παραγγελμάτων πάντων ἐν τούτῳ συντόμως περιειλημμένων. 99 Jο 13, 36 Πρὸς πάντας αὐτοὺς προειρήκει τὸ μὴ δύνασθαι ἀπελθεῖν ἔνθα ἐστὶν αὐτὸς οὐ μόνον διὰ τὸ τῷ σώματι μὴ δύνασθαι βαδίζειν εἰς οὐρανόν, ἀλλὰ καὶ διὰ τὸ μὴ τετελειωκέναι "τὸν δρόμον" τῆς ἀποστολῆς, ὅπερ αὐτοὺς ἀξίους ἐποίει τῆς ἀκολουθήσεως τοῦ κυρίου. ἀκολουθῆσαι δὲ τῷ κυρίῳ τὰς ψυχὰς εἰς οὐρανὸν ὑποφαίνει τὸ λόγιον καὶ μηκέτι κάτω μηδὲ ὑπὸ γῆς κατόχους γινομένας.

14