Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. κρινοῦμεν ἄρα τὸν τοιοῦτον ὡς οὐκ ἀδελφὸν ἔτι κἂν ἐν ἡμῖν ᾖ κατὰ σῶμα, χωριοῦμεν αὐτόν, ἐπειδὴ τῷ πνεύματι κεχώρισται. τί γάρ μοι, φησί, καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει. καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. συντρέχων δὲ εἰρηνικῶς τῷ κρίνοντι περὶ βρωμάτων οὕτως εἴρηκεν, ὡς εἰ καὶ ὑπαίτιος εἴη κατὰ τοῦτο ὁ ἀδελφός, οὐκ ὀφείλοντος κρίνεσθαι. ἐξ ἴσου δὲ καὶ τῷ ἐξουθενοῦντι περὶ ὀλιγοπιστίας τὸν οὐκ ἐσθίοντα ἀδελφὸν ἀπεῖπεν τὸ ἐξουθενεῖν. ἐξουθενεῖν μὲν γὰρ τὸν πονηρευόμενον πρὸς ἀνδρός ἐστι τοῦ σωθησο μένου κατὰ τὸν ψαλμόν, τὸν δὲ ἐκ περιττῆς εὐλαβείας τι πράττοντα οὐκ ἐξουθενητέον, ἵνα μὴ ὡς οἱ πεποιθότες ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι καὶ ἐξουθενοῦντες τοὺς ἄλλους ἐξουθενηθῶμεν ὑπὸ θεοῦ. εἶτα ὁ λογισμὸς τοῦ μὴ χρῆναι κατεξανίστασθαι ἀλλήλων, 80 ὅτι πάντες, φησίν, ὑπὸ κρίσιν ἐσμὲν τὴν τοῦ θεοῦ θεοῦ, καὶ ὥσπερ δικαστῇ τῷ θεῷ παραστησόμεθα· οὐ γὰρ τοῦ παρεστῶτος δικαστῇ τὸ κρίνειν τὸν συμπαρεστῶτα αὐτῷ, φροντιστέον γὰρ περὶ αὐτοῦ τῶν ἀπολογησομένων ἑκάστῳ. καὶ μὴ ὅπως τὸν πλησίον κρινοῦμεν ἐνθυμητέον, ἀλλ' ὅπως ἡμεῖς μὴ κατακριθησόμεθα. δῆλον δὲ ὅτι θεοῦ βῆμα τὸ Χριστοῦ λέγει· ὁ γὰρ πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, δεδωκὼς γὰρ ὡς ἀνθρώπῳ δικαστῇ ἀνθρώπων κατὰ τὸ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐκ εἰς ἀνθρωπίνην φύσιν τὴν κρίσιν ἐξώρισεν, ὅτι μὴ φύσει ἄν θρωπος ὁ υἱός, ἀλλὰ κατ' οἰκονομίαν καὶ ἄνθρωπος. μενεῖ οὖν θεοῦ καὶ οὕτως οὖσα ἡ κρίσις καὶ τὸ βῆμα, ὅτι τῆς σοφίας ἐστὶν αὐτοῦ καὶ δυνάμεως τῆς εἰς ἄνθρωπον ἅγιον σαρκωθείσης.

Rom 14,14 Οἶδα, φησί, Χριστοῦ πεπιστευκὼς τῷ ἁγιασμῷ, ὅτι διὰ Χριστοῦ πάντα καθαρὰ καὶ οὐδὲν τῶν εἰσπορευομένων κοινοῖ, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τῆς καρδίας. τοιοῦτο δὲ καὶ ἡ περὶ τοῦ ἀκαθάρτου ὑπόληψις· ὡς ἀκαθάρτου λογισμός ἐστιν ἐκ καρδίας ἐπὶ βλάβης, εὐθὺς κοινὸν εἶναι ποιῶν τὸ νομισθὲν εἶναι κοινόν.

Rom 14,15-17 Φυλακτέον, φησίν, ἐμβάλλειν τὸν ἀδελφὸν εἰς τὸν ἐξασθενοῦς συνειδήσεως μολυσμόν. τοῦτο γὰρ ἔφη καὶ ἐν τῇ πρὸς Κορινθίους, τὰς ἀσθενεῖς συνειδήσεις μολύνεσθαι τῶν ὡς εἰδωλόθυτον ἐσθιόντων. μὴ δή, φησίν, ὡς ἐπὶ σπουδῆς τὴν τῶν τοιούτων βρῶσιν ποιώμεθα· εἰ γὰρ τοῦτο ποιήσομεν οὐκ ἀξιόπιστον ἔχοντες εἰς λύπην τοῦ ἀδελφοῦ πρόφασιν τὴν βρῶσιν, τὴν ἀναγκαιοτέραν διαφεροῦμεν ἀγάπην. βρώματος οὖν εὐτελοῦς ἕνεκα μὴ ἀπολλύσθω κτῆμα Χριστοῦ, ὁ θανάτῳ τὴν ζωὴν ἐωνημένος. ἀπολεῖται δὲ τῆς ἑνώσεως διαζευγνύμενος καὶ τῆς ἀγάπης ἀπολειπόμενος ἢ καὶ φαγεῖν ἀπίστως ἀναγκαζόμενος. μὴ κινῶμεν βλασφημίας κατὰ τῆς πίστεως, ὡς ἀσεβεῖς βρώσεις διὰ ταύτην αἱρούμενοι. ἀρκεῖ τὸ δοξάζειν περὶ τῶν βρωμάτων ὃ χρή. οὐκ ἐὰν φάγωμεν, τότε βασιλεύει θεὸς ἐν ἡμῖν· οὐ γὰρ βρώσει καὶ πόσει θεοῦ βασιλεία ὁρίζεται. πῶς γὰρ ἡ ἐν πνεύματι κατὰ τὸ ἰδοὺ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. 81

Rom 15,1-3 Τὸ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ὡς πρὸς τὸ ἀνθρώπειον ἀρέσκον εἴρηκεν, καὶ δηλοῖ τὸ παρακείμενον· παραινεῖ γὰρ ἡμῖν μὴ τὸ πρὸς ἰδίαν αἱρεῖσθαι διαγωγὴν ἐσθίοντας ἅπερ ἡμῖν ἀνεπαχθῇ, ἀλλ' ἀπέχεσθαι πρὸς ὠφελείας τῶν ἀδελφῶν ἣ διὰ τοῦ μὴ λυπεῖσθαι γίνεται. τοῦτο δὲ ἀγαθὸν κατὰ θεὸν οὐκ ἐχαρίζετο, ἄρα τῷ ἀνθρωπείῳ τὸ τερπνὸν ἐκ ποδῶν τοὺς ἐνοχλοῦντας ποιούμενος, ὅπερ ἐπεζήτησαν οἱ μαθηταὶ πῦρ ἐκτοῦ οὐρανοῦ κατὰ τῶν μὴ δεξαμένων τὸν κύριον αἰτῆσαι θελήσαντες, ἀλλ' ἐπετέλει τὸ θεϊκὸν ἀγαθὸν φειδόμενος τῶν τιμωρίας

14