De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῖς νεκροῖς τὴν ἀνάστασιν ἐγκαινίζων· αὐτὸς τὸ κέρας ὑμῶν, δεσπόται, ἀνυψώσῃ ταῖς νίκαις κατὰ βαρβάρων." ∆οχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. γʹ "Φωτὸς ἀπροσίτου λαμπηδόνες" καὶ τὰ ἑξῆς. Ἀκτολογία τῆς ϛʹ δοχῆς· λέγουσιν οἱ κράκται· "Ὁ τῶν πάντων Ποιητὴς 1.39 καὶ ∆εσπότης." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Ὁ ἀναστὰς παραδόξως ἐκ τάφου." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "καὶ τὸ χαῖρε δεδωκὼς μυροφόροις." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη." Ὑποστροφὴ τῶν δεσποτῶν τῇ αὐτῇ ἑορτῇ. ∆οχὴ αʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· "Τὸ μέγα καὶ σεβάσμιον τῆς ἀναστάσεως μυστήριον λαμπρυνομένη σήμερον ἡ κτίσις ἑορτάζει· ὁ γὰρ τῆς δόξης Κύριος τὸ σκυθρωπὸν ἀφανίσας τοῦ θανάτου καὶ τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, συνανέστησε τοὺς πάλαι τεθνεῶτας. Χαρὰν ἀνεκλάλητον καὶ θεῖον Πάσχα τελεῖται παραδόξως. Μεγαλύνεται τὸ κράτος ὑμῶν, δεσπόται, εἰς δόξαν, εἰς καύχησιν, εἰς ἀνέγερσιν Ῥωμαίων." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρὰ τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· "Καλῶς ἦλθον οἱ δεσπόται σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαός· "Καλῶς ἤλθετε." Οἱ κράκται· "Προσκυνήσαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν." Ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεός ..." ∆οχὴ βʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. αʹ· "Σήμερον τὸ τοῖς ἀγγέλοις ἀπόρρητον ἐκτελεῖται τῆς ἀναστάσεως μυστήριον. Ὁ γὰρ ἐμπιμπλῶν πᾶν ζῶν εὐδοκίας σαρκὶ θανατοῦται ὡς ἄνθρωπος, καὶ τὴν ἄπληστον τοῦ ᾅδου τυραννίδα αἰχμαλωτεύει, νεκρώσας τὸν νεκρωτήν· νῦν ἠφανίσθη τὸ πρὸ αἰώνων αἶσχος, νῦν ἐξήνθησεν ἡ χαρὰ 1.40 τῶν περάτων. Ὁ παντάναξ δὲ Θεὸς καὶ ζωοδότης, τοὺς δεσπότας φύλαττε ἐν τῇ πορφύρᾳ." ∆οχὴ γʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· "Σταυρὸν καὶ θάνατον ὑπομείνας Χριστός, κατῆλθεν ἑκὼν ἐν τάφῳ, καὶ τὰς τοῦ ᾅδου συντρίψας πύλας τῇ θεϊκῇ αὐτοῦ ἐξουσίᾳ, πᾶσιν ἀνάστασιν ἐγκαινίζει τοῖς ἀπ' αἰῶνος νενεκρωμένοις. Ἡ κτίσις σήμερον ἑορτάζει διπλοῦν τὸ Πάσχα τῆς σωτηρίας, ὁρῶσα τὸ σκῆπτρον ὑμῶν, δεσπόται, τῇ ἀναστάσει Χριστοῦ συνανατέλλον." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον λέγουσιν οἱ κράκται. "Προσκυνήσαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν." Ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ..." ∆οχὴ δὲ τετάρτῃ, τῶν Παρσίνων, φωνή, ἦχ. γʹ· "Πάσχα Κυρίου σήμερον καθορῶντες" καὶ τὰ ἑξῆς. ∆οχὴ εʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· "Ἐγκαινίζεται σήμερον τῶν ἀνθρώπων ἡ φύσις, παραδόξως ἐκ φθορᾶς μεταπλαττομένη πρὸς ἀφθαρσίαν, στολίζεται τὴν στολὴν τῆς προτέρας δόξης, μηκέτι τῷ θανάτῳ κατεχομένη. Ὁ γὰρ ἔχων τὸ κράτος τοῦ θανάτου, ὁ τοῦ Πατρὸς συνάναρχος καὶ συναΐδιος Λόγος, σκυλεύσας τὰ βασίλεια τοῦ ᾅδου, ἔλυσε τὸν δεσμὸν τῶν αἰχμαλώτων, πᾶσι δωρησάμενος ἐλευθερίαν, ὃς καὶ φυλάξῃ τὸ κράτος τῆς βασιλείας εἰς δόξαν, εἰς καύχημα, εἰς ἀνέγερσιν Ῥωμαίων." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· "Προσκυνήσαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν." Ὁ λαός· "Πολυχρόνιον ..."
1.41 Εʹ Ἄκτα τῇ ἑορτῇ τῇ δευτέρᾳ τῆς διακαινησίμου. Μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας, ὅτε ἀκουμβίσωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, αὐλεῖ τὸ ὄργανον τῶν Βενέτων, καὶ λέγει ὁ λαός· "Ἁγιαχάς." Καὶ ὅτε παύσῃ τὸ ὄργανον, λέγουσιν οἱ κράκται· "Τρισάγιε, συμβασίλευσον τοὺς δεσπότας." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Τρισάγιε." Οἱ κράκται· "καὶ σὺ αὐτοὺς θεράπευσον ἐπὶ πᾶσιν." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Τρισάγιε." Οἱ κράκται· "Πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ. "Τρισάγιε." Οἱ κράκται· "εἰς τελείαν χαρμονὴν τῶν Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Τρισάγιε." Οἱ κράκται· "σὺν αὐγούσταις εὐσεβέσι φιλοθέοις." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Τρισάγιε." Οἱ κράκται· "καὶ τοῖς τιμίοις πορφυρογεννήτοις ἐν τῇ πορφύρᾳ." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Τρισάγιε." Οἱ κράκται· "καὶ Βενέτων τῶν γνησίων ὑμῶν δούλων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ "Τρισάγιε." Οἱ κράκται· "Ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε." Καὶ ὁ