Πόλεις δὲ τοῦ Ἰσραήλ φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκον τες καὶ οἱ διδασκόμενοι ἕως τῆς δευτέρας ἐπιφανείας τοῦ κυρίου. καὶ δοκοῦσι ζῆν ἕως τότε οἱ μαθηταὶ καὶ εὐαγγελισταὶ ἐπείπερ ἐκ τῶν συγ γραμμάτων αὐτῶν ἅπαντες διδάσκουσιν. 122 Mt 10, 25 ∆ιδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν. 123 Mt 10, 26 Ἐν καιρῷ τῆς κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσ έχει, ἀλλὰ ταῖς καρδίαις. 124 Mt 10, 27 Περὶ τῆς ἐν τῷ κηρύσσειν παρρησίας τῶν ἀποστόλων καὶ ὁ θαυ μάσιος Ἀμβακοὺμ προηγόρευσε· "διανοίξουσι" γάρ, φησίν, "χαλινοὺς αὐτῶν ὡς" ὁ "ἔσθων πτωχὸς λάθρα", τοῦτ' ἔστιν οἱ πρότερον μόλις τισὶ καὶ λάθρα προσλαλοῦντες ἀπόστολοι καὶ τῇ τῶν πιστευόντων πίστει τρεφόμενοι οὗτοι μετὰ ταῦτα διαρρήξαντες τὸν ἐπιτεθέντα αὐτοῖς τοῦ φόβου χαλινὸν τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ' οὐρανόν. τέως δὲ ἐπειδή-τί γάρ φησιν. 125 Mt 10, 32 Ὁ ὁμολογῶν, ὅτι θεός ἐστιν ὁ Χριστός, ταπεινώσας ἑαυτὸν μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ πατρί, ὅτι γνήσιός ἐστι δοῦλος. 126 Mt 10, 34-35 Πρὸς τοὺς ἐχθροὺς τοῦ θεοῦ καὶ φίλους τοῦ σατανᾶ οὐ δεῖ ἔχειν φιλίαν. 127 Mt 10, 39 Ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν ἀγαπῶν, φησίν, καὶ ἐμοῦ προ τιμῶν "οὐκ ἔστιν μου ἄξιος"· ὁ δὲ τῆς ἐνταῦθα προσκαίρου ζωῆς ἀμε λήσας καὶ περὶ πολλοῦ ποιούμενος ἐμὲ καὶ τὰς ἐμὰς ἐντολὰς ζωὴν εὑρή σει αἰώνιον. 128 Mt 10, 39 Ψυχῆς ἀπώλειαν ἐνταῦθα καλεῖ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν καταχρηστικῶς. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, <τοῦτ'> ἔστιν ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν προτιμῶν καὶ οἱονεὶ κερδαίνων, θανάτου χείρω ὑπομένει εἰς ἀκατάλυτον παραπεμπόμενος τιμωρίαν καὶ θάνατον. 129 Mt 10, 40 Ὁ δεχόμενος, φησίν, ὑμᾶς τοὺς τὴν ἀλήθειαν κηρύσσοντας αὐτὴν ἐκείνην δέχεται τὴν θεότητα, τοῦτ' ἔστιν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τοῦτο γάρ ἐστιν, ὅ φησιν· ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος αὐτὸν τὸν πατέρα δέχεται. 130 Mt 10, 40-42 Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις. 132 Mt 11, 3 Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ ἢ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ. διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ' ἵνα ἔτι ζῶν πείσῃ αὐτοὺς καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλῳ. 133 Mt 11, 10 Κατεσκεύασε τὴν ὁδὸν κυρίου τοῦτ' ἔστιν ἡτοίμασε τοὺς ἀν θρώπους πρὸς τὸ ὑποδέξασθαι τὴν νομοθεσίαν τοῦ θεοῦ. ἔδειξε μὲν οὖν καὶ ἐντεῦθεν-παρ' ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον λέγων. 134 Mt 11, 11 Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰω άννου. τὸ δὲ ἐγήγερται εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρ μένον ὡς ἐπὶ βασιλέως περι φανοῦς ἢ φυτοῦ εὐαυξοῦς· ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἶδε καὶ πᾶσιν ἐγνώρισεν. Καὶ ὅρα πῶς ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· ἀμὴν γάρ φησι λέγω, ὅτι οὐκ ἐγήγερται μεί ζων αὐτοῦ. τὸ ἐγήγερται εἶπεν ὡς περί τινος βασιλέως περιφανοῦς ἢ ὡς περὶ φυτοῦ λίαν εὐμηκεστά του καὶ ταῖς ἀρεταῖς εἰς ὕψος ἀνα δραμόντος. 136 Mt 11, 11 Ὁμοῦ τοῖς ἄλλοις, οἳ καὶ πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός, οἱ δέ γε τὴν πίστιν προση κάμενοι γεννητοὶ μὲν οὐκέτι χρη ματίζουσιν γυναικῶν, ἀλλά, φησὶν ὁ σοφώτατος εὐαγγελιστής, "ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξου σίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν"· ἀνε γεννήθημεν γὰρ εἰς υἱοθεσίαν θεοῦ οὐκ ἐκ σπορᾶς φθαρτῆς, διὰ δὲ λόγου ζῶντος καὶ μένοντος. κρείτ τονες οὖν παρὰ πᾶν τὸ γεννητὸν γυναικὸς οἱ μὴ ἐκ σπορᾶς φθαρ τῆς, γεγεννημένοι δὲ