14
πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋσῇ λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Ἀλλ' ὁ μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αἰτῶν τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν· Ἐπειδὴ τοιοῦτός εἰμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθαρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λοιδορίας. Οἷς καὶ ἀκολούθως ἐπήγαγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμῶν· κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευσε, καὶ τῶν κατὰ πρᾶξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς· Ὅτ' ἂν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτελεῖν. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπὼν, Σὺν ἀνθρώποις ἐργαζομένοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σὺ, Κύριε, φυλακὴν τῷ στόματι θείης, καὶ τὸν προκατασκευασθέντα μοι θησαυρὸν διατηρήσῃς. Ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ' οἷς δρῶσι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ὁ δὲ Σύμμαχος· Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται ῥήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ' ἂν ῥήσσῃ τὴν γῆν, ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾅδην. Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρτωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησὶ, διασκορπίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον 24.45 ἀπολαβεῖν· τὸ δὲ ἐκτιλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ ῥιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεοῦ λόγου. Μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκενώσῃς, τουτέστι, μὴ συγχωρήσῃς τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησὶν, ὅτ' ἂν ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις.
ΨΑΛΜΟΣ ΡΜΑʹ.
Συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Καὶ ὁ νʹ
ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αυῒδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ ἀνέβη ∆αυῒδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Ἐγγαδδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαοὺλ ὄπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ ∆αυῒδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλαβε Σαοὺλ τρισχιλίους ἄνδρας ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ