κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ' οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπὸ σοφοῦ δοκοῦντος αὐτῷ κατασκευάσματος. Οὐδεὶς δὲ οὔτε λαβύρινθος οὕτω δυσεξέλικτος καὶ ποικίλος, οὔτε ὕλη δασεῖα καὶ ποικίλη, οὔτε πεδίον οὕτως ἢ τέναγος, δεινὸν κρατῆσαι τοὺς ἐμπελάσαντας ὡς λόγος, εἴ τις εἴη κατ' αὐτῶν τῶνδέ τινων φιλοσόφων. Ἵνα δὴ οὖν μὴ ταὐτὸν τοῖς πολλοῖς πάθοιμεν, πρὸς μὲν ἕνα τινὰ οὐκ ἦγε τῶν φιλοσόφων λόγων, οὐδὲ κατ' αὐτοὺς ἀπιέναι ἠξίου, πρὸς δὲ πάντας ἦγεν, οὐδενὸς ἀπειράστους εἶναι θέλων δόγματος Ἑλληνικοῦ. Καὶ αὐτὸς δὲ συνεισῄει προηγούμενος καὶ χειραγωγῶν ὥσπερ ἐν ὁδοιπορίᾳ, εἴ που καὶ ὑπαντήσαι τι σκολιὸν καὶ ὕπουλον καὶ σοφισματῶδες· οἷα δὴ τεχνίτης, ἐκ τῆς ἐκ πολλοῦ τοῖς λόγοις συνδιατριβῆς οὐκ ἀήθης οὐδενὸς οὐδὲ ἄπειρος ὤν, μετέωρος αὐτός τε ἐν ἀσφαλεῖ μένοι, καὶ ἄλλοις ὀρέγων χεῖρα διασώζοιτο ὥσπερ βαπτιζομένους ἀνιμώμενος· πᾶν μέν, ὅ τι χρήσιμον φιλοσόφων ἑκάστων καὶ ἀληθὲς ἦν, ἀναλέγων καὶ παρατιθέμενος ἡμῖν· ὅσα δὲ ψευδῆ, ἐκκρίνων, τά τε ἄλλα καὶ μάλιστα ὅσα ἴδια πρὸς εὐσέβειαν ἦν ἀνθρώπων.
15 Περὶ τούτων μὲν μηδὲν προσέχειν συμβουλεύων, μηδὲ εἰ πάνσοφός τις ὑπὸ πάντων ἀνθρώπων μαρτυρηθείη, μόνῳ δὲ προσέχειν θεῷ καὶ τοῖς τούτου προφήταις· αὐτὸς ὑποφητεύων καὶ σαφηνίζων ὅ τί ποτε σκοτεινὸν καὶ αἰνιγματῶδες ᾖ, οἷα πολλὰ ἐν ταῖς ἱεραῖς ἐστι φωναῖς (ἤτοι οὕτω φίλον ὂν τῷ θεῷ προσομιλεῖν ἀνθρώποις, ὡς μὴ καὶ ἀναξίαν ψυχήν, οἷαι αἱ πολλαί, γυμνὸς καὶ ἀσκεπὴς ὁ θεῖος εἰσίῃ λόγος, ἢ καὶ τῇ φύσει μὲν σαφέστα τον καὶ ἁπλούστατον πᾶν τὸ θεῖον λόγιον ὄν, ἡμῖν δὲ ἀποστᾶσι θεοῦ καὶ ἀπομεμαθηκόσιν ἀκροᾶσθαι ὑπὸ χρόνου καὶ παλαιότητος ἀσαφὲς καὶ σκοτεινὸν καταφαινόμε νον, οὐκ ἔχω λέγειν)· πλὴν σαφηνίζων καὶ εἰς φῶς προάγων, εἴτε αἰνίγματα ὄντα τυγχάνοι, δεινὸς ὢν ἀκροατὴς θεοῦ καὶ συνετώτατος· εἴτε καὶ οὐδὲν σκολιὸν ἔχοντα τῇ φύσει οὐδ' ἀσύνετον αὐτῷ, οὕτως ἔχοντι μόνῳ τῶν νῦν ἀνθρώπων, ὧν αὐτός τε ἔγνων καὶ ἑτέρων ἤκουσα περί τινων λεγόντων, μεμελετηκότι τὰ καθαρὰ τῶν λογίων φωτεινά τε παραδέχεσθαι αὐτοῦ τῇ ψυχῇ καὶ διδάσκεσθαι ἑτέρους· ὅτι αὐτῶν ὁ πάντων ἀρχηγός, ὁ τοῖς τοῦ θεοῦ φίλοις προφήταις ὑπηχῶν καὶ ὑποβάλλων πᾶσαν προφητείαν καὶ λόγον μυστικὸν καὶ θεῖον, οὕτως αὐτὸν τιμήσας ὡς φίλον προήγορον κατεστήσατο· ὧν δι' ἑτέρων ᾐνίξατο μόνον, τούτων διὰ τούτου τὴν διδασκαλίαν ποιούμενος, ὅσα τε ἀξιοπιστότατος ὢν ἢ προσέταξε βασιλικῶς ἢ καὶ ἀπεφῄνατο, τούτων τοὺς λόγους διερευνᾶσθαί τε καὶ ἐξευρίσκειν τούτῳ δωρησάμενος· ἵν' εἴ τις σκληρὸς τὴν ψυχὴν καὶ ἄπιστος ἢ καὶ φιλομαθὴς ὢν τύχοι, παρὰ τούτου μαθὼν καὶ συνεῖναι καὶ πιστεύειν ἑλέσθαι ἀναγκάζοιτο τρόπον τινὰ καὶ ἕπεσθαι θεῷ. Λέγει τε ταῦτα οὐκ ἄλλως οἶμαι ἢ κοινωνίᾳ τοῦ θείου πνεύματος· τῆς γὰρ αὐτῆς δυνάμεως δεῖ προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν· καὶ οὐκ ἂν ἀκούσαι προφήτου, ᾧ μὴ αὐτὸ τὸ πνεῦμα τὸ προφητεῦσαν τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο. Τοιοῦτον ἔγκειται λόγιον καὶ ἐν τοῖς ἱεροῖς γράμμασι, τὸν κλείοντα ἀνοιγνύναι μόνον λέγον, ἄλλον δὲ μηδ' ὁντινοῦν· ἀνοίγει δὲ τὰ κεκλει σμένα σαφηνίζων τὰ αἰνίγματα ὁ θεῖος λόγος. ∆ῶρον τὸ μέγιστον οὗτος τοῦτο θεόθεν ἔχει λαβὼν καὶ μοῖραν παγκάλην οὐρανόθεν, ἑρμηνεὺς εἶναι τῶν τοῦ θεοῦ λόγων πρὸς ἀνθρώπους, συνιέναι τὰ θεοῦ ὡς θεοῦ λαλοῦντος, καὶ διηγεῖσθαι ἀνθρώποις ὡς ἀκούουσιν ἄνθρωποι. Τοι γαροῦν οὐδὲν ἡμῖν ἄρρητον, οὐδὲ γὰρ κεκρυμμένον καὶ ἄβατον ἦν· ἐξῆν δὲ μανθάνειν πάντα λόγον, καὶ βάρβαρον καὶ Ἕλληνα, καὶ μυστικώτερον καὶ πολιτικώτερον, καὶ θεῖον καὶ ἀνθρώπινον, σὺν πάσῃ περιουσίᾳ ἐκπεριϊοῦσι πάντα καὶ διερευνωμένοις, καὶ πάντων ἐμφορουμένοις καὶ ἀ πολαύουσι τῶν τῆς ψυχῆς ἀγαθῶν· εἴτε τι παλαιὸν ἀληθείας μάθημα, εἴτε καὶ ἄλλο τις ὀνομάσαι τοιοῦτον ἔχοι, ἐν αὐτῷ ᾖμεν ἔχοντες τὴν θαυμαστὴν καὶ πλήρη τῶν καλλίστων θεαμάτων